Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ Φρουράν, ἐν παάςῃ τῇ Ἰδουμαίᾳ. καὶ ἐγένοντο πάντες οἱ Ἰδουμῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἶς ἐπορεύετο.

Καὶ ἐβασίλευσεν Δαυεὶθ ἐπὶ Ἰσραήλ. καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν πάντα αὐτοῦ·

καὶ Ἰωὰβ οἱὸς Σαρουίας ἐπὶ τῆς στρατείας, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχειὰ ἐπὶ τῶν ὑπομνημάτων,

καὶ Σαδδοὺκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιθὰρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,

καὶ Βαναὶ υἱὸς Ἰανὰκ σύμβουλος, καὶ ὁ χελεθθεὶ καὶ ὁ Φελεττεί. υἱοὶ Δαυεὶδ αὐλάρχαι ἦσαν.