Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ νῦν,κύριέ μου Κύριε, σὺ εἶ ὁθεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα.

καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα. ἐνώπιόν σου· ὅτι σύ εἶ, κύριέ μου Κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα.

Καὶ ἐένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυεὶδ τὴν ἀφωισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.

καὶ ἐπάταξεν Δαυεὶδ τὴν Μωάβ, καὶ διεμέ- τρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμισας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ κύο σχοινίσματα ἐζώγρησεν· καὶ ἐγένετο Μωὰβ τῷ Δαυεὲθ εἰς δούλους φέροντας ξένια.

καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ νἱὸν Ῥαὰβ βασιλέα Σουβά, ποευο- μένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.