Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἰσῆλθεν ὁ βασιλεὺς ΔΑυεὶδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου, καὶ εἶπεν τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἰκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων ;

καὶ κατεσμικρύνθην μικρὸν ἐνώπιόν σου, κύριέ καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν. οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου Κύριε.

καὶ τί προσθήσει Δαυεὶδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριε.

διὰ τὸν δοῦλὸν σου πεποίηκας· καὶ κατὰ τὴν καρδίαν σου πᾶσαν τὴν μεγαλωσύνην ταύτην, γνωρίσαι τῷ δούλῳ σου,

ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριε κύριέ μου· ὅτι οὐκ ἔστιν ὡς σύ, καὶ οὐκ θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.