Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται ἐᾶν πληρωθῶσιν αἱ ἡμέραι σου μέτα τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ.

αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.

ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων,

τὸ δὲ ἔλεος οὐκ ἀποστήσω ἀπ’. αὐτοῦ καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα ἐκ προσώπου μου.

καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα,

κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθὰν πρὸς Δαυείδ.

Καὶ εἰσῆλθεν ὁ βασιλεὺς ΔΑυεὶδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου, καὶ εἶπεν τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἰκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων ;

καὶ κατεσμικρύνθην μικρὸν ἐνώπιόν σου, κύριέ καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν. οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου Κύριε.

καὶ τί προσθήσει Δαυεὶδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριε.

διὰ τὸν δοῦλὸν σου πεποίηκας· καὶ κατὰ τὴν καρδίαν σου πᾶσαν τὴν μεγαλωσύνην ταύτην, γνωρίσαι τῷ δούλῳ σου,

ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριε κύριέ μου· ὅτι οὐκ ἔστιν ὡς σύ, καὶ οὐκ θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.

καὶ τίς ὡς λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ ; ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαόν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα ;

καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ λαὸν ἕως αἰῶνος, σύ, Κύριε, ἐγένου αὐτοῖς εἰς θεόν.

καὶ νῦν, κύριέ μου, ῥῆμα ὃ περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ πίστωσον ἕως [*](10 οὐκέτι 2°] ετι Α 11 Ισραηλ] pr ’τον Α 14 ἀυτῶ] υτ sup ras A1 | αδικια] η αδικεια Α | ἁφαῖς] ἀφέσει Α 16 ανορθωμενος Α 19 κάτε. σμικρυνθη Α | om Κυριε 3° Α 21 δουλον] λόγον Α | Α | ταύτην γνωρ.] ταύτην γ sup ras A1 | τω δουλω] ’τον δοῦλον Α λυναι μεγαλυνθῆναι Α)

626
[*](Β) τοῦ αἰῶνος, Κύριε Παντοκράτωρ, θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας

μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος.

Κύπιε Παντο- κράτωρ, θεὸς Ἰσραήλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην.

καὶ νῦν,κύριέ μου Κύριε, σὺ εἶ ὁθεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα.

καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα. ἐνώπιόν σου· ὅτι σύ εἶ, κύριέ μου Κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα.