Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται ἐᾶν πληρωθῶσιν αἱ ἡμέραι σου μέτα τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ.

αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.

ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων,

τὸ δὲ ἔλεος οὐκ ἀποστήσω ἀπ’. αὐτοῦ καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα ἐκ προσώπου μου.

καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα,

κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθὰν πρὸς Δαυείδ.

Καὶ εἰσῆλθεν ὁ βασιλεὺς ΔΑυεὶδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου, καὶ εἶπεν τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἰκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων ;

καὶ κατεσμικρύνθην μικρὸν ἐνώπιόν σου, κύριέ καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν. οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου Κύριε.

καὶ τί προσθήσει Δαυεὶδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριε.