Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Δαυεὶδ τῇ ἡμέρᾳ ἐκείνῃ Πᾶς τύπτων Ἰεβουσαῖου ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυείδ· διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου.

καὶ ἐκάθισεν ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυείδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.

καὶ διεπορεύετο Δαυεὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος Παντοκράτωρ μετ’ αὐτοῦ.

καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου γέλους πρὸς Δαυεὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέ· κτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυείδ.

καὶ ἔγνω ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

Καὶ ἔλαβεν Δαυδὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Χεβρών· καὶ ἐγένοντο τῷ Δαυεὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Σαμμοῦς καὶ Σωβὰβ καὶ Ναθὰν καὶ Σαλωμών,

καὶ Ἐβεὰρ καὶ Ἐλεισοῦς καὶ Νάφεκ καὶ Ἰεφίες,

καὶ Ἐλεισομὰ καὶ Ἐπιδαὲ καὶ ἄν, Ἰεβαάρ, Ναγέδ, Νάφεκ, Ἰαναθά, Λεασαμύς, Βααλειμάθ, Ἐλειφάαθ.

Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται ἠλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυείδ· καὶ ἤκουσεν ΔΑυείδ, καὶ κατέβη εἰς τὴν περιοχήν.

καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων.

καὶ ἠρώτησεν Δαυεὶδ διὰ κυρίου λέγων Εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν κύριος πρὸς Δαυείδ Ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.

καὶ ἦλθεν Δαυεὶδ ἐκ τῶν ἐπάνω διακοπῶν ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπεν Δαυείδ Διέκοψεν Κύριος τοὺς [*](6 εισελευση BabA I om Δαυειδ 2° Α 7 Σείων] Σιων BbA 8 τὴν ψύχην] om τὴν Α 9 η πόλις ἀυτὴ Α 10 διεπορεύετο] ἐπορεύετο Α | Κυριος] + ο θςݲ Α 11 λίθων] + τοίχου Α 13 πάλλ’. καὶ γυναῖκας ς ult ras Λῆ Α | εἰς] ἐκ Α | ἔτι τὼ Δᾷδ’ Α 14 ΣΑμμουε Α | Σωβαβ] Σωβαδαν Α 15 Εβεαρ] Ιεβαρ Α | Ελισους Α | Ιεφιες] Αφιε Α 16 Ελισαμα Α | Επιδαε] Ελιδαε Α | Ελειφααθ °] Ελιφ. Α | om Σαμαε... Ελειφααθ °) Α 18 κοιλαδαν Α | Τειτανων B* αἴτ’. BbA item 22) 20 Α | Δᾷδ’ εἶπεν Α)

622
[*](Β) ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐπάνω διακοπῶν.

καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυδὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ.

Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, κοὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.

καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ Κυρίου, καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς σιν αὐτῶν, ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος.

καὶ ἱστᾶι ἐν τῷ ἀκόῦσαί σε τὴν φωνὴν τοῦ συνκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσει πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμω τῶν ἀλλοφύλων.

καὶ ἐποίησεν Δαυεὶδ καθὼς ἐνετείλατο αὐτῷ κύριος, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.

Καὶ συνήγαγεν ἔτι Δαυεὶδ πάντα νεανίαν ἐξ Ἰσραὴς ὡς ἑβδομήκοντα χιλιάδας.