Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυείδ Ἀναστήσομαι δὴ καὶ πορεύσομαι, καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραήλ, καὶ διαθήσομαι μετ’ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλεν Δαυεὶδ τὸν Ἀβεννήρ, καὶ ἐπορεύθησαν ἐν εἰρήνῃ.

καὶ ἰδοὺ οἱ παῖδες Δαυεὶδ καὶ Ἰωὰβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας, σκῦλα πολλὰ ἔφεραν μετ’ αὐτῶν· καὶ Αβεννὴρ οὐκ ἦν μετὰ Δαυεὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.

καὶ [*](12 θαιλαμουην Bb θηλαμου γῆν Α | σου Ι°] σὺ Α | μετ’ ἐσοῦ (sic) B* μέτα σου Bc) | ἐπίστρεψαι] pr του Α | πρὸς 2°] ἔπι Α 13 ἔνα] post seq ras I lit ι ut vid) in Α | ὄψη Α | παραγινομένου παράγειν. B πάρα sup ras A1)] + σου Α 14 ἐξαπέστειλεν] ἀπέστειλεν Α | αγγ. πρὸς Μεμφιβοσθαι υἱὸν Σ. Α | ἢν ελαβον...αλλοφυλων sup ras Α1 | ἔλαβον] + ἐμαυτῶ A1 | ἀλλόφυλον Bedit 15 Μεμφιβοσθαι Α I Σελλης] Λαεις A 16 εποπευετο ε sup ras 3 litt A1)] + σὺν ἀυτὴ Α | Βαρακει] Βαουρειμ Α 18 Δαδ του δούλου μου Α 19 ἐν τοῖς ωσιν] pr καὶ γε Α | του Δ.] om του Α 21 κύριον] pr ’τον (superscr) Aa? | πάντα] pr ’τον Α 22 παρεγίνοντο γεινοντο B*)] παρεγένοντο Bb? | ἔφερον Α | εἰς] ἐν Α)

618
[*](B) Ἰωὰβ καὶ πᾶσα ἡ στρατεία αὐτοῦ ἤχθησαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ λέγοντες Ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυείδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.

καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπεν Τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ ;

ἢ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς;

καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυεὶδ καὶ ἀπέστειλεν ς ὀπίσω Ἀβεννήρ, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυεὶδ οὐκ ᾔδει.

καὶ ἐπέστρεψεν τὸν Ἀβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτόν, ἐνεδρεύων· καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἴματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.

καὶ ἤκουσεν Δαυεὶδ μετὰ ταῦτα καὶ εἶπεν Ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ.

καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλάσσου μένος ἄρτοις.

Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Ἀβεννὴρ ἀνθ’ ὧν ἐθανάτωσεν τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαὼν ἐν τῷ πολέμῳ.

Καὶ εἶπεν Δαυεὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ Διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐνώπιον Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυεὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.

καὶ θάπτουσιν τὸν Ἀβεννὴρ εἰς Χεβρών· καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς ὁλαὸς ἐπὶ Αβεννήρ.

καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ καὶ εἶπεν

  • Εἰ κατὰ τὸν θάνατον Ναβὰλἀποθανεῖται Ἀβεννήρ;
  • αὶ χεῖρές σου οὐκ ἐδέθησαν,
  • οἱ πόδες σου οὐκ ἐν πέδαις.
  • οὐ προσήγαγεν ὡς Ναβάλ,
  • ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας.
  • καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.

    καὶ ἦλθεν πᾶς ὁ λαὸς [*](Α 23 στρατία Α 24 εἰσῆλθεν] ἀπῆλθεν Α | ἀπελήλυθεν] ἀπῆλθεν Α 25 om η Α | παρεγενετο] παραγέγονεν Α 27 εἰς] ἔπι Α | ψποαμ Α 28 om ἐγὼ Α 29 γονορυης Α | σκυτάλη Α 30 Αβεσσα] Ασαι Α 31 διαρρήξατε] ξατ sup ras Aa? | σάκκους σακ σους B*)] υ sup ras Aa? | ενωπιον Αβεννηρ] Αβεννηρ· ἔμπροσθεν Α 32 εἰς] ἐν Α 34 πόδες σου οὐκ ἐν πέδαις ou] παῖδες σου οὐ ἐν παῖδες σου (sic) Α | Ναβαλ] Ναφα Α)

    619
    περιδειπνῆσαι τὸν Δαυεὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας· καὶ ὤμοσεν Δαυεὶδ [*](B) λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ἐάν μὴ δύῃ ὁ ηλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.

    καὶ ἔγων πᾶς λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ ἐνώπιον τοῦ λαοῦ.

    καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς ἡμέρᾳ ἐκείνη ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.

    Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς αὐτοῦ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ ;

    καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενής καὶ ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουίας σκληρότεροί μού εἰσιν· IV