Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ὀρνά Τί ὃτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπεν Δαυείδ Κτήσασθαι παρὰ σοῦ τὸν ἃλωνα, τοῦ οἰκοδομῆσαι θυσιατήριον τῷ κυρίῳ. καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ.

καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυείδ Λαβέτω καὶ ἐνενεγκέτω ὀ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλιμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα.

τὰ πάντα ἒδωκεν Ὀρνὰ τῷ βασιλεῖ· καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βασιλέα Κύριος ὁ θεύς σου εὐλογήσια σε.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ὀρνά Οὐχί, ὃτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ μου θεῷ μου ὁλκαύτωμα δωρεάν. καὶ ἐκτήσατο δαυεὶδ τὸν αλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα.

καὶ ᾠκοδόμησεν ἐκεὶ Δαυεὶδ θυσιαστήριον Κυίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προςέθηκεν Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ᾿ ἐσχάτῳ, ὃτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσεν Κύιος τῇ γῇ, καὶ αυνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ.

[*](Α)[*](21 τον αλωνα] την αλ. Α |συνεσχεσθη Α |22 ανενεγκετω Β* (ανενεγκατω [α superscr B1?A)] ποιησατω Bab vid mg |βοεις Β* (βοες εις [ες superscr] Bab) |ολοκαντωματα Α 23 om σου Α 24 om αλλα Α om μου Ι° Α |τον αλωνα] την αλω Α 25 om εκει Α |Κυριω] pr τω α συνεσχεσθη Α Subscr βασιλειων β BA)