Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν· ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας· καὶ κατέβη πρὸς αὐτὸν ἐν τῷ δόρατι καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.

ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωδᾶε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·

ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν, καὶ ἔταξεν αὐτὸν Δαυεὶδ εἰς τὰς ἀκοὰς αὐτοῦ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυεὶδ βασιλέως.

Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, οὗτος ἐν τοῖς τριάκοντα· Ἐλεανὰν υἱὸς Δουδεὶ πατραδέλφου αὐτοῦ ἐν Βαιθλέεμ·

Σαιμὰ ὁ Ῥουδαῖος·

Σελλὴς ὁ Κελωθεί· Εἴρας υἱὸς Εἰσκὰ ὁ Θεκωείτης·

Ἀβειέζερ ὁ Ἀνωθείτης, ἐκ τῶν υἱῶν τοῦ Ἀνωθείτου·

Ἐλλὼν ὁ Ἀωείτης· Νοερὲ ὁ Ἐντωφατείης.

Ἐσθαεὶ υἱὸς Ῥειβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμεὶν τοῦ Ἐφραθαίου·

Ἀσβὼθ ὁ Βαρδιαμείτης·

Ἐμασοὺ ὁ Σαλαβωνείτης· υἱοὶ Ἀσάν, Ἰωναθάν·

Σαμνὰν ὁ Ἁρωδείτης· Ἀμνὰν υἱὸς Ἀραὶ Σαραουρείτης·

Ἀλειφάλεθ υἱὸς τοῦ Ἀσβείτου υἱὸς τοῦ Μαχαχααχεί· Ἐλιὰβ υἱὸς Ἀχειτόφελ τοῦ Γελωνείτου· [*](16 πειν Β* (πιειν [ι ins] B b) | αυτο 1°] αυτον Α | εσπεισεν] επισεν Α Α 18 Αβισαι Α 19 εις] επ Α | ηθελε Β* (ηλθεν B ab mg) 20 Ιωιαδαε Α (item 22) | Καβεσεηλ] Καταβεσθηλ B a mg | om τους δυο υιους . . . και επαταξε Α 21 ορατην Α | om ως ξυλον . . . το δορυ Α | τω δορατι ] δ pro τ 1° Β* vid ( τ Β 1) 23 εις] προς B b A 24 Δουδει] Λουδει Α | εν 2°] εκ Α 25 Σαιμα] Σαμμαι Α | Ρουδαιος] Αρουδαιος· Ενακα 0 Αρωδαιος· Α 26 Σελλης] Ελλης Α | Κελωθει] Φελλωνει Α | Ιρας Α Εισκα] Εκκας Α 27 Αβιεζερ B b A | Ανωθειτης] Αναθωθειτης Α | Ανωθειτου] Ασωθειτου Α 28 Ελλων] Σελλωμ Α |Αωειτης] Ελωειτης Α | Νοερε] Μαεραει Α | Εντωφατειτης] Νεπωφαθειτης Α 29 Εσθαει. . . Βενιαμειν] Αλαφ υιος Βαανααι Α 30 om B (hab Αθθαι εκ Νααλεας Α) 31 Ασβω|θ Β* Ασμωθ| Β b Αειελβων 0 Αρωβωθειας· Μωθ Α | Βαρδι8αμειτης] Βαρωμειτης Α 32 Εμασου] Ελιαβ Α 33 Σαμναν B*b Σαμνας B a vid A | Ασβειτου] Αιτουε Α | Σαραουρειτης] Αραρειτης Α 34 Ελιφαλετ Α | Ασβειτου] Αιτουε Α | Μαχαχααχει] Μαχαται Α | Ελιαβ] Ουελιαφ Α | Αχιτ. Α |Γειλωνιτου Α)

666
[*](Β)

Ἁσαραὶ ὁ Καρμήλιος τοῦ Οὐραιοερχεί·

Γαὰλ οἱὸς Ναθὰν ἀπὸ δυνάμεως, υἱὸς Γαλααδδεί·

Ἐλειὲ ὁ Ἀμμανείτης· Γελωρέ ὁ Βηθωραῖος αἴρων τὰ σκεύη Ἰωάβ, υἱὸς Σαρουίας·

Εἴρας ὁ Αἰθειραῖος· Γηρὰβ ὁ Ἐθθεναῖος·

Οὐρείας ὁ Χετταῖος· πάντες τριάκοντα καὶ ἑπτά.

Ἁδαοὶ ἀπὸ χειμάρρων,

Γαδαβιὴλ υἱὸς τοῦ Ἀραβωθαίου.