Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτούς, καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς·

καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.

καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον· κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου.

καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς.

βοήσονται καὶ οὐκ ἔστιν βοηθός· πρὸς Κύριον, καὶ οὐκ ὑπήκουσεν αὐτῶν.

καὶ ἐλέανα αὐτοὺς ὡς χνοῦν γῆς· ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.

καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, Φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι·

υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου·

[*](Α 30 om μου Α 31 om κραταιον Α 33 δυναμιν Α | εξετιναξεν] εξετεινεν Α 34 ταψη Β* (τα υψη [υ superscr] B ab) 35 εν βραχιονι] 38 αφανισω Α 39 και θλασω] pr και τελεσω αυτους Α 40 καμψει Α 42 εστιν] εσται Α 43 ἐξ ὁδῶν Β b 44 εδουλευσεν Α 45 ηκουσαν] υπηκουσαν Α)
663

υἱοὺ ἀλλότριοι ἀπορριφήσονται καὶ σθαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτπῶν.

ζῇ Κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου.

ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λάοὺς ὑποκάτω μου,

καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου· καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με.

διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ·

μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Καὶ οὗτοι οἱ λόγοι Δαυεὶδ οἱ ἔσχατοι Πιστὸς Δαυεὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνὴρ ὃν ἀνέστησεν Κύριος ἐπὶ χριστὸν θεοῦ Ἰακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ.

πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου.

λέγει ὁ θεὸς Ἰσραήλ· ἐμοὶ ἐλάλησεν φύλαξ ἐξ Ἰσραήλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον χριστοῦ;

καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωὶ οὐ Κύριος παρῆλθεν ἐκ φέγγους· καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.

οὐ γὰρ οὗτος ὁ οἶκός μου μετὰ Ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεφυλαγμένην,

[*](47 υψωθησεται] υψωθητω Α |om μου 2° Α 48 ισχυρος] υψηλος Α Α |παιδων Β* (παιδευων [ευ superscr] B αβ) 49 om και εξαγων . . . μου Α |επεγειρομενων] επανισταμενων Α XXIII 1 ανηρ] pr ο Α |θεου] pr κݲυݲ Α 3 om εξ Α |κραταιωσατε Α |χριστου (χݲυݲ Β)]κݲυݲ Α 4 ηλιος] pr ο Α |οὖ B b | om Κυριος Α 5 ετοιμην εθετο μοι Α |πεφυλαγμενον Α)
664
[*](Β)

ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα· ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος.

ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὖτοι, ὅτι οὐ χειρὶ λημφθήσονται·