Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβόσθε υἱὸν Ἰωναθὰν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν, καὶ ἀνὰ μέσον Δαυεὶδ καὶ ἀνὰ μ΄σον Ἰωυαθὰν υἱοῦ Σαούλ

καὶ ἔκαβεν ὁ βασιλεὺς τοῦς δύο υἱοῦς ‘Ρεσφὰ θυγατρὸς Αἰὰ οὕς ἔτεκεν τῷ Σαούλ, τὸν Ἐρμωνοεὶ καὶ τὸν τὸν Μεμφιβόσθε, καὶ τοὺς πέντε υίοὺς Μιχὸλ θυγατρὸς Σαοὺλ οὓς ἔτεκεν τῷ Σερεὶ υἱῷ Βερζελλεὶ τῷ Μωουλαθεί,

καὶ ἔδωκεν αὐτούς ἐν χειρὶ τῶν Γαβαωνειτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἐπτὰ αὐτοὶ ἑπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέεραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθὼν.

καὶ ἔλαβεν ῥεσφὰ θυγάτηρ Αἰὰ τὸν σάκκον καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἔως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἐδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός.

καὶ ἀπηγγέλη τῷ Δαυεὶδ ὅσα ἐποίησεν Ῥεσφὰ θυγάτηρ Αἰὰ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπολλόνων τῶν γιγάντων.

καὶ ἐπορεύθη Δαυεὶδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ἰαβεὶς Γαλαάδ, οἳ ἔκλεψαν αὐτοῦς ἐκ τῆς [*](Α) [*](ΧΧΙ 1 Γαβαωνιτ. Α (item 2 bis, 3,4) 2 oυχι Α | του Αμορραιου] om του Α | αυτους 20 ] αυτον Α 3 εξιλασομαι Α 6 δοτε Α | εκλεκτος Α 7 Μεμφιβοσθαι Α (item 8) | υιου 10 υιον Α 8 ο βασιλευς] Ιωναθαν Α | Ρεσφα] Ρεφφαθ Α | Ερμωνιει Α | Μιχολ] Mελχολ Α | Σερει ] Εσδρι Α | Μοουλαθειτη Α 9 εναντιον Α | οm εν 50 Α 10 υδωρ επ αυτους Α 12 εκλεψαν] εθαψαν Α)

659
πλατείας Βαίθ, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ [*](Β) ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβοῦε.