Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ· καὶ κατέβη Δαυεὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπορεύθη Δαυείδ.

καὶ Ἰεσβὶ ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά, καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκῇ χαλκοῦ, καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο πατάξαι τὸν Δαυείδ.

καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουίας, καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· τότε ὤμοσαν οἱ ἄνδρες Δαυεὶδ λέγοντες Οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον, καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ.

Καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξεν Ὀεβοχὰ ὁ Ἁστατωθεὶ τὸν Σὲφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά.

καὶ ἐγένετο ὁ πόλεμος ἐν Ῥὸμ μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργεὶμ ὁ βαιθλεεμμείτης τὸν Γοδολίαν τὸν Χετταῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.

καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ· καὶ ἦν ἀνὴρ Μαδών. καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶμ ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες ἀριθμῷ· καί γε αὐτὸς ἐτέχθη τῷ Ῥαφά.

καὶ ὠνείδισεν τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωναθὰν υἱὸς Σεμεεὶ ἀδελφοῦ Δαυείδ.

οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ῥαφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυεὶδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.

Καὶ ἐλάλησεν Δαυεὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ.

καὶ εἶπεν [*](12 Βαιθ] Βηθσαν Α |επαταξαν] + αυτον Α |εν Γ. τον Σαουλ Α Α 14 εθαψεν Α |των εν γη] εν τη γη Α 15 επορευθη] εξελυθη Α 16 Ιεσβι] + εν Νοβ Α |ολκης Α 17 Αβισαει Α |ει Β* (εις B a?b?) | Ισραηλ] μου Α 18 Οεβοχα] signa v I adscr B? mg Σεβοχαει Α |Αστατωθει] Αουσαστωνθει Α |Σεφ] Σεφε Α 19 Πομ] Γοβ Α | επεταξεν Α |Βηθλεεμιτης Α Γοδολιαν] Γολιαθ Α |Χετταιον] signa v I prae se fert B? txt et mg Γεθθαιων Α 20 om εξ 2° Α | γε] Γεθ· Α 22 om ετεχθησαν Α |τω Ραφα εν Γεθ Α |om οικος Α XXII 1 ημερα η Α)

660
Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου, καὶ ἐξαιρούμενός με ἐμοί·

ὁ θεός μου φύλαξ ἔσται μου, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ· ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου· ἐξ ἀδίκου σώσεις με.

αἰνετὸν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.

ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με·

ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου.

ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι Κύριον, καὶ πρὸς τὸν θεόν μου βοήσομαι, καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.

καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν, καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς.

ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπ’ αὐτοῦ.

καὶ ἐκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ,

καὶ ἐπεκάθισεν ἐπὶ χερουβεὶν καὶ ἐπετάσθη, καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου·

καὶ ἔθετο σκότος ἀποκρυφῆς αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.