Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ Ἀβεσςὰ καὶ οἱ ἄνδρες ἰωὰβ καὶ ὁ Χελεθθεὶ καὶ ὁ Φελεθθεὶ καὶ πάντες οἱ δυνατοί, καὶ ἐξῆλθαν ἐξ Ἰερουσαλὴμ διῶξαι ὀπίσω Σάβεε υἱοῦ Βοχορεί.

καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ ἐν Γαβαών, καὶ Ἀμεσσαεὶ ἦλθεν ἔμπροσθεν αὐτῶν· καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ, καὶ ἐπ’ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζῆλθεν, καὶ αὐτὴ ἐξῆλθεν καὶ ἔπεσεν.

καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαεί Εἰ ὑγιαίνεις, ἀδελθέ ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαεὶ τοῦ καταφιλῆσαι αὐτόν.

καὶ Ἀμεσσαεὶ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χριρὶ Ἰωάβ· καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανεν. καὶ Ἰωὰβ καὶ Ἀβειςὰ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωζεν ὀπίσω Σάβεε υἱοῦ Βοχορεί.

καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπεν Τίς ὁ βουλόμενος Ἰωἀβ, καὶ τίς τοῦ Δαυεὶδ ὀπίσω Ἰωάβ;

καὶ Ἀμεσσαεὶ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέςῳ τῆς τρίβου, καὶ εἶδεν ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός · καὶ ἀπέστρεψαν τὸν Ἀμεσσαεὶ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπֹ’ αὐτὸν ἱμάτιον, καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα.

ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθεν πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοξῦ διῶξαι ὀπίσω Σάβεε υἱοῦ Βοχορεί.

καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαιθμαχά, καὶ πάντες ἐν Χαρρεὶ καὶ ἐφεκκλησιάσθησαν · καὶ ἦλθεν κατόπισθεν αὐτοῦ.

καὶ παρε- [*](Α) [*](6 Αβισαει Α |om συ Α | om μετα σεαυτου Α |εαυτω ευρη] ευρη αυτω Α 7 αυτου] +Αβεσ|σα B a (in mg et sup ras) Χελεθθει] Χερεθθει B ab vid (ρ superscr) Χορεθθει Α |εξηλθαν] ε|ξαν Α | Σαβεε] Αβεε Α 8 αυτοι] αυτω Α |τω εν Γαβ. ] των εν Γαβ. Α | om και αυτη εξηλθεν Α 9 om ει Α | αδελθε] + μου Αμεσσαει Α | om Ιωαβ 2° Α 10 εφυλατο Α * (ξα superscr A 1) εις 1° επι Α |ψοιαν Α |Αβισαει Α \εδιωξαν Α 11 om Ιωαβ 1° Α 12 Αμεσσαει 1°] Αβεσσαει Β Αμεσαι Α | ειδεν 1°] ιδεν Α |ανηρ] pr o A | ειστηκει Β * b] ιστ. B a A | επερριψαν Α 14 βηθμαχα Α | ηλθον Α)

657
γενήθηαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν ἐν Ἀβὲλ τὴν Βαιθμαχά, καὶ [*](Β) ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι· καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖκος·

καὶ ἐβόησεν γυνὴ σοξὴ ἐκ τοῦ τειχους καὶ κἶπεν Ἀκούσατε ἀκούσατε,

καὶ προσήγγισεν πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή Εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ\ εἶπεν Ἐγώ. εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου· καὶ εἶπεν Ἰωάβ’ Ἀκούω ἐγώ εἰμι.

καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Λὰν εἰ ἐξέλιπον ἅ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ· ἐρῶντες ἐπερωτήσουσιν ἔνα ἐν Ἀβὲλ καὶ οὕτως, εἰ ἐξέλιπον.

ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἵνα τί καταποντίζεις κληρονομέαν Κυρίου ;

καὶ ἀπεκρίθη Ἰωὰβ καὶ εἶπεν Ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ φθερῶ·

αὐχ οὑτος ὁ λόγος· ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφράιμ, Σάβεε υἱὸς Βοχορεὶ ἄνομα αὐτοῦ, καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυείδ. δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάωνθεν τῆς πόλεως. καὶ εἶπεν η γυνὴ πρὸς Ἰωάβ Ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ἱρφήσεται πρὸς σὲ δεὰ τοῦ τείχους.

καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαόν, καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σάβεε υἱοῦ Βοχορεί, καὶ ἀφεῖλεν καὶ ἔβαλεν πρὸς Ἰωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ’ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηώματα αὐτοῦ· καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασλέα.

Καὶ Ἰωὰβ πρὸς πάςῃ τῇ δυνάμει Ἰσραήλ, καὶ Βαναίας υἱὸς Ἀχειλοὺθ ἐπὶ τοῦ Χελεθθεὶ καὶ ἐπὶ τοῦ φελεθθεί,

καὶ Ἀδωνειρὰμ ἐπὶ τοῦ φόπρου, καὶ Ἰωσαφὰθ υἱὸς Ἀχειλοὺθ ἀναμιμνήσκων,

καὶ Ἰησοῦς ὁ γραμματεύς, καὶ Σαδὼκ καὶ Ἀβιαθὰρ ἱερεῖς,

καί γε εἴρας ὁ Ἰαρεὶν ἦν ἑρεὺς τοῦ Δαυείδ.