Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀνηγγέλη τῷ ἰωὰβ λέγοντες Ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ.

καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκεινῃ λέγων ὅτι Λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ.

καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διαεπορευετο] [*](25 εγενετο A 27 και ειπεν Ι°] ειπεν δε A | ανηρ B 1? a? A] A ανδρ B* fort 28 ειρηνη· και sup ras B a?b | μισουντας B b (μεις. B*)] ανταραντας A 29 τω Αβεσς.] om τω A | τουτοστειλαι B* (του αποστ. B ab) 30 om ωδε A 31 ειπεν] + ο Χουσει A | ευαγγελισθητω] + δη Α |επεγειρομενων] εγειρ. Α 32 om ει Α |ο Χουσει] om ο Α 33 om νιε μου 2° Α |om εγω αντι σου Α XIX 1 αναγγελη Β* (ανηγγ. B ab [η superscr]))

652
[*](Β) κλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ.

καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ· καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων Υἱέ μου Ἀβεσσαλώμ, Ἀβεσσαλὼμ υἱέ μου.

καὶ εἰσῆλθεν Ἰωὰρ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν Κατ´γσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυνακιῶν σου καὶ τῶν παλλακῶν σου,

τοῦ ἀγαπᾷν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε, καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου.

καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐτλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.

καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες Ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως. Καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.

καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγοντες Ὁ βασιλεὺς Δαυεὶδ ἐρύσατο ἡμᾶς ἐκ χειρὸς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων· καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ καὶ ἀπὸ Ἀβεσσαλώμ.

ὅν ἐχρίσαμεν ἐφ’ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ· καὶ νῦν ἴνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι πρὸς τὸν βασιλέα; καὶ τὸ ῥῆμα παντὸς Ἰσραὴλ ἦλθεν πρὸς τὸν βασιλέα.

Καὶ ὁ βασιλεὺς Δαυεὶδ ἀπέστειλεν πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιαθὰρ τοὺς ἱερεῖς λέγων Λαήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα λέγοντες Ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθεν πρὸς τὸν βασιλέα.

ἀδελφοί μοι ὐμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς· ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;

καὶ τῷ [*](Α) [*](3 οι αισχυνομενοι] ο αισχυνομενος Α | αυτους φευγειν] φυγειν αυτους Α | τω πολεμω] om τω Α 4 εκρυψεν] επεκρυψεν Α |φωνη] pr εν Α | om A βεσς. 2° Α | υιε μου (2°)] + υιε μου Α 5 εξαιρουμενων] εξαιρουντων Α | την ψυχην 2°] om την Α | των παλλακων] pr ψυχην Α 6 του μεις. Β* τους μεις. Βa (τους μις. Βb) | ευνωκαν Α | νεκροι σημ. Α | ευθης Α 7 μετα σου ανηρ Α 9 ερυσατο] ερρυς. Α | εξειλατο] ερρυσατο Α | om και 5° Α 10 ον] pr και Αβεσσαλωμ Α 11 om απεστειλεν Α | om προς 2° Α | παντος] παντι Α)

653
Ἀμεσσαεὶ ἐρεῖτε Οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε [*](Β) ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ.

καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ἕως ἀνδρὸς ἑνός· καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες Ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου.

καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου· καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως, διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην.

Καὶ ἐτάχυνεν Σεμεεὶ θἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμενεὶ ἐκ Βαουρεὶμ καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυείδ,

χίλιοι οἱ ἄνδρες μετ’ αὐτοῦ Βενιαμείν, καὶ Σειβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ’ αὐτοῦ· καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως,

καὶ ἐλειτούτργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα· καὶ διέβῃ ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεεὶ θἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως, διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην,

καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογιςάσθω ὁ κύριός μου ἀνβομίαν, καὶ μὴ μνησθῇς ὅσα ἡδίκησεν ὁ πῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἰερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ·

ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου Ἰωσὴφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.