Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ εἶπεν Ἰωὰβ τῷ Χουσεί Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησεν Χουσεὶ τῷ Ἰωὰβ καὶ ἐξῆλθεν.
καὶ προσέ- θετο ἔτι Ἀχειμάας υἱὸς σαδὼκ καὶ εἶπεν προς Ἰωάβ Καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσεί· καὶ εἶπεν Ἰωάβ Ἵνα τί τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφελίαν πορευομένῳ.
καὶ εἶπεν Τί γὰρ ἐὰν δραμοῦμαι; καὶ εἶπεν αὐτῷ Ἰωάβ Δράμε· καὶ ἔδραμεν Ἀχειμάας ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσεί.
καὶ Δαυεὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν· καὶ ἐπορεύθη [*](Α ) [*](12 Αβισαι Α | τον Αβεσς.] το Αβεσς. Α* (ν superscr Aa?) 13 ψυχη su ras Ab? | o λογος] om o A 14 ουχ] ο sup κ B1 vid | om ουχ ουτως μενω Α om σου Α | ενεπηξεν Α | εν τη καρδια 1°] εις την καρδιαν Α | ετι] ε Β* ετι] 15 επαταξεν Α | Αβεσλωμ Α | εθανατωσεν Α 16 απεστρεψεν] ε 2° sup ras A 17 om αυτον 1° Α | εστηλωσεν] ras aliq in ν B? vid | om επ Β* (hab Bab [superscr] A) | Iσραηλ] signa v] prae se fert B? txt et mg 18 om ετι ζων . . . εν Α | στηλην 2°] στηλωσιν Α | οτι] pr ως Α | αυτου] μου Α | στηλην 3°] +επι ονοματι αυτου και εκαλεσεν την στηλην Α 19 Αχιμαας Α (item 22 et infr 20 ενεκεν Α 21 om τω βασιλει Α 22 εστω] εσται Α | om γε Α | τρ χεις] pr συ Α | εὐαγγέλια Βb (item 25) | εις] προς Α 23 Καιχαρ Α)
καὶ ἀνεβόησεν ὁ σκο[]ος καὶ ἀπήγγειλεν τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς Εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρεχων μόνος· καὶ εἶπεν ὁ βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος.
καὶ εἶπεν ὁ σκοπός Ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχειμάας υἱοῦ Σαδώκ· καὶ εἶπεν ὁ βασιλεύς Ἀνὴρ ἀγαθὸς οὗτος, καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.
καὶ ἐβόησεν Ἀχειμάας καὶ εἶπεν πρὸς τὸν βασιλέα Εἰρήνη· καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν Εὐλογητὸς Κύριος ὁ θεός σου ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
καὶ εἶπεν ὁ βασιλεύς Εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Ἀχειμάας Εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.
καὶ εἶπεν ὁ βασιλεύς Ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη.
καὶ ἰδοὺ ὁ Χουσεὶ παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέν σοι Κύριος σήμερον ἐκ χειρὸςν πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσεί Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσεί Γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὺ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες [*]((ζ)) ὅσοι ἐπανέστησαν ἐπ’ αὐτὸν εἰς κακά.
καὶ ἐταράχθη ὁ βασιλεύς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν Υἱέ μου υἱέ μου Ἀβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, Ἀβεσσαλὼμ υἱέ μου υἱέ μου.