Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπιστηρέψω πάντα τὸν λαὸν πρὸς σέ, ὅν πρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς. πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ξητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται ἐν εἰρήνῃ.

καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθλμοῖς Ἀβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ.

Καὶ εἶπεν Ἀβεσσαλώμ Καλέσατε δὴ καί γε τὸν Χουσεὶ τὸν Ἀραχεί, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ, καί γε αὐτοῦ.

καὶ εἰσῆλθεν χουσεὶ πρὸς Ἀβεσσαλώμ. καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν λέγων Κατὰ τὸ ῥῆμα τοῦτο ὃ ἐλάλησεν Ἀχειτόφελ. ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον.

καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Οὐκ ἀγαθὴ αὕτη ἡ βουλὴ ἣν ἐβουλεύσατο Ἀχειτόφελ τὸ ἅπαξ τοῦτο.

καὶ εἶπεν Χουσεί Σὴ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρακαὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἡτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὖς τρχεῖα ἐν τῷ πεδίῳ. καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύςῃ τὸν λαόν.

ἰδοὺ γὰρ αὐτὸς νῦν [*](Α) [*](18 αυτω]ουτως Α 19 ενωπιον 20 ] pr και Α 20 Αχιτοφελ Βab A 21 κατελιπεν Βb | ακουσονται Α | κατησχυνας] ησχυνας Α 22 τω Αβεσς. Την σκηνην Α | om pος τας παλλακας Α 23 επηρωτηση Α | Αχιτοφελ Α ΧVII 1 Aχιτ. Α. (item 6,7) 2 om και 40 Α | εκφευξεται Α 3 om εν Α 5 ακουσωμεν]ακουσομαιν Α 6 om o A 7 Χουσι Α (ιτεμ 8, 15)| εβουλευσατο] ατο supras A 1 8 om και ως υς τραχ. εν τω πεδ. ο Α)

647
κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἤ ἐν ἑνὶ τῶν τόπων· καὶ ἔσται ἐν τῷ [*](Β) ἐπιεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούςῃ ἀκούων, καὶ εἶπεν Ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλωμ·

καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακή- σεται· ὅτι οἶδεν πᾶς Ἰσραὴλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ θἰοὶ δυνάμεως οἱ μετ’ αὐτοῦ.

ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα· καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέςῳ αὐτῶν·