Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐγένετο δὲ μετὰ τὸ απελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου, καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυείδ, καὶ ιπαν πρὸς Δαυείδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχειτόφελ.

καὶ ἀνέστη Δαυεὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί, ἕως ἑνὸς οὐκ ἔλαθεν ὅς οὐ διῆλθεν τὸν Ἰορδάνην.

καὶ Ἀχειτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαθεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπὴλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἶκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανεν, καὶ ἐτάθη ἐν τῷ τάθῳ τοῦ πατρὸς αὐτοῦ.

Καὶ Δαυεὶδ διῆλθεν εἰς Μανάειμ, καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετ’ αὐτοῦ.

β καὶ τὸν Ἀμεσσεὶ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως· καὶ Ἀμεσσεὶ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ἰορὸρ ὁ Ἰσραηλείτης, οὗτος εἰσῆλθεν πρὸς Ἀβειγαίαν θυγατέρα Ναὰς ἀδελθοῦ Σαρουίας μητρὸς Ἰωάβ.

καὶ παρενέβαλεν πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ.

καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυεὶδ εἰς Μαανάειμ, Οὐεσβεὶ υἱὸς Ναὰς ἐκ Ῥαβὰθ υἱῶν Ἀμμὼν καὶ Μαχεὶρ υἱὸς Ἀμελιὴλ ἐκ Λωδαβὰρ καὶ Βερζελλεὶ ὁ Γαλααδείτης ἐκ Ῥωγελλεὶμ

ἤνεγκαν δέκα κοίτας καὶ ἀμθιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου, καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον, καὶ κύαμον καὶ φακὸν

καὶ μέλι καὶ βούτυρον, καὶ πρόβατα καὶ σαφφὼθ βο· καὶ προσήνεγκαν τῷ Δαυεὶδ καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ φαγεῖν, ὅτι εἶπεν Ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρἠμῳ.

Καὶ ἐπεσκέψατο Δαυεὶδ τὸν λαὸν τὸν μετ’ αὐτοῦ, καὶ κατέστησεν ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους.

καὶ ἀπέστειλεν Δαυεὶδ [*](Α) [*](19 εψυξεν] εκυψεν Α | αραφωθ] αραβωθωθ Α | εγνωθη Β 20 παρηλθον Α |ευραν] α sur ras A a ? | ανεστρεψεν Α 21 αναστητε] αναστατε Α * vid (η sup ras A a?) 22 ο μετ αυτου] om o A | διηλθεν] signa v | prae se fert B ? txt et mg 23 | αυτου 5°] εαυτου Α |ταφω] Α 24 Μαναειν Α |διεβη] διηλθεν Α |om ανηρ Α 25 Αμεσοικω Α (bis) |αντι]τω Α |Ισραηλειτης] Ισμαηλειτης Α 27 Ραββαθ α | υιων] υιος Α | Μαχιρ Α | Αμιηρ Α | Βερζελλι Α |Ρωγελειμ Α 28 om και κευη κεραμου Α 29 προσηνεγκαν τω] ν τω sup ras A a? | διψω (sic) και εκλελυγμενος (sic) A XVIII 1 εκατονταρχους και χιλιαρχους Α)

649
τὸν λαὸν τὸ τρίτον ἐν χειρὶ Ἰωάβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβειςὰ [*](Β) υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωάβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθθεὶ τοῦ Ι’εθθαίου· καὶ εἶπεν Δαυεὲδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ ὑμῶν.

καὶ εἶπαν Οὐκ ἐξελεύςῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεὶς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἐσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βονθεῖν.

καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς Ὅ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν ποιήσω· καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τὴς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεισὰ καὶ τῷ Ἐθθεὶ λέγων Φείσασθέ μου τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἥκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἅρχουσιν ὑπὲρ Ἀβεσσαλώμ.

καὶ ἐξὴλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ἰσραήλ· καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφράιμ.

καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δανείδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.

καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γὴς· καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὔς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυείδ· καὶ Ἀβεσσαλὼμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί· καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν.

καὶ δἶδεν ἀνὴρ εἶς καὶ ἀνἠγγειλεν Ἰωὰβ καὶ εἶπεν Ἰδοὺ ἑόρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυί.

καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας· τί ὄτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γὴν ; καὶ ἐγὼ ἄν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.