Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐγένετο δὲ μετὰ τὸ απελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου, καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυείδ, καὶ ιπαν πρὸς Δαυείδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχειτόφελ.

καὶ ἀνέστη Δαυεὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί, ἕως ἑνὸς οὐκ ἔλαθεν ὅς οὐ διῆλθεν τὸν Ἰορδάνην.

καὶ Ἀχειτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαθεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπὴλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἶκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανεν, καὶ ἐτάθη ἐν τῷ τάθῳ τοῦ πατρὸς αὐτοῦ.

Καὶ Δαυεὶδ διῆλθεν εἰς Μανάειμ, καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετ’ αὐτοῦ.

β καὶ τὸν Ἀμεσσεὶ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως· καὶ Ἀμεσσεὶ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ἰορὸρ ὁ Ἰσραηλείτης, οὗτος εἰσῆλθεν πρὸς Ἀβειγαίαν θυγατέρα Ναὰς ἀδελθοῦ Σαρουίας μητρὸς Ἰωάβ.

καὶ παρενέβαλεν πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ.

καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυεὶδ εἰς Μαανάειμ, Οὐεσβεὶ υἱὸς Ναὰς ἐκ Ῥαβὰθ υἱῶν Ἀμμὼν καὶ Μαχεὶρ υἱὸς Ἀμελιὴλ ἐκ Λωδαβὰρ καὶ Βερζελλεὶ ὁ Γαλααδείτης ἐκ Ῥωγελλεὶμ

ἤνεγκαν δέκα κοίτας καὶ ἀμθιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου, καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον, καὶ κύαμον καὶ φακὸν

καὶ μέλι καὶ βούτυρον, καὶ πρόβατα καὶ σαφφὼθ βο· καὶ προσήνεγκαν τῷ Δαυεὶδ καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ φαγεῖν, ὅτι εἶπεν Ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρἠμῳ.