Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἀχειτόφελ πρὸς Ἀβεσσαλώμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλειπεν Φυλάσσειν τὸν οἶκον,λ καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατᾐσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.

καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσὴλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ’ὀφθαλμοὺς παντὸς Ἰσραήλ.

καὶ ἡ βουλὴ Ἀχειτόφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήςῃ ἐν λόγῳ τοῦ θεοῦ. οὕτως πᾶσα ἡ βουλὴ τῷ Ἀχειτόφελ καί γε τῷ Δαυεὶδ καί γε τῷ Ἀβεσσαλώμ. Καὶ εἶπεν Ἀχειτόφελ XVII