Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπερίθη Ἐθθεὶ τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεί Δεῦρο καὶ διάβαινε μετ᾿ ἐμοῦ· καὶ παρῆλθεν Σεθθεὶ ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾿ αὐτοῦ.

καὶ πᾶσα ἡ γῆ ἔκλάιεν φωνῇ μεγάλῃ· καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν κέδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειάρρουν Κεδρών· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.

καὶ ἰδοὺ καί γε Σαδδὼκ καὶ πάντες οἱ Λευεῖται μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθάρ· καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Ἀβιαθάρ, ὡς ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδδώκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι ἀυτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς·

καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγὼ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ Ἴδετε, σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Ἀχειμαίας ὁ υἱός σου καὶ Ἰωναθὰν ὁ υἱὸς Ἀβιαθὰρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾿ ὐμων·

ἴδετε, ἐγώ εἰμι στρατεύομαι ἐν ἀραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾿ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι.

καὶ ἀπέστρεψεν Σαδὼκ καὶ Ἀβιαθὰρ τὴν κιβωτὸν εἰς Ἰερουσαλήμ, καὶ ἐκάθισεν ἐκεῖ.

καὶ Δαυεὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος, καὶ αὐτὸς ἐπορεύετο ἀνυόδετος· καὶ πᾶς ὁ λαὸς ὁ μετ’αὐτοῦ ἐπεκάλθψεν ἀνὴρ [*](20 χθες Βb (bis) | om και γε μεταναστησεις. . .μεθ ημων Α 21 εαν Ιο] Α αν Α | μου 2ο ] + ο βασιλευς Α 22 διαβαινε] διανεβαι Α | ο οχλος] om o A 23 om εν τω χειμ. Των Κεδρων Α | διεβη] παρερχομενος Α | τον χειμ. Κεδρων] Εν τω χειμ. Των Κ. Α | om και ο βασιλευς 2ο α 24 Λευιται Α | ως] εως Α 25 πολιν] + και καθισατω εις τον τοπον αυτου Α | om μοι Α 27 Σαδωκ] Ιαβοκ Α | Αχιμαας Α | υμων Ιο ] om μων Β* (superscr Bab ) om υμων Α 29 απεστρεψαν Α | την κιβ.] + του θῦ Α 30 εν τη αναβασει] εκ της αναβασεως Α | ελαιων Βa?b (ελεων Β*) Α] + αναβαινων και κλαιων Α | ο 2ο ] οι Α)

644
[*](B) τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες.

καὶ ἀνηλλέλη Δαυεὶδ λέγοντες Καὶ Ἀχειτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ· καὶ εἶπεν Δαυείδ Διασκέδασον δὴ τὴν βουλὴν Ἀχειτόφελ, Κύριε ὁ θεός μου.

καὶ ἦν δαυεὶδ ἐρχόμενος ἕως τοῦ Ῥοώς, οὖ προσεκύνησεν ἐκεῖ τῷ θεῷ· καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσεὶ ὁ Ἀρχί, ἑταῖρος Δαυείδ, διερρηχὼς. τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.

καὶ εἶπεν αὐτῷ Δαυείδ Ἐὰν μὲν διαβῇς μετ’ ἐμοῦ, καὶ ἔσῃ ἐπ’ ἐμὲ εἰς βάσταγμα.

καὶ ἂν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Ἀβεσσαλώμ Διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήυθεν ὁ πατήρ σου· καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔαςόν με ζῆσαι· παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καῖ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Ἀχειτόφελ.

καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδὼκ τοῦ βασιλέως, καὶ ἀναγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιαθὰρ τοῖς ἱερεῦσιν.

ἱδοὺ ἐκεῖ μετ’ αὐτῶν δύο υἱοὶ αὐτῶν, Ἀχειμάας υἱὸς τῷ Σαδὼκ καὶ Ἰωναθὰν υἱὸς τῷ Ἀβιαθάρ· καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρὸς μὲ πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε.

καὶ εἰσῆλθεν Χουσεὶ ὁ ἑταῖρος Δαυεὶδ εἰς τὴν πόλιν, καὶ Ἀβεσσαλὼμ εἰσεπορεύετο εἰς Ἰερουσαλήμ. Καὶ XVI