Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβςσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.

καὶ ὤρθρισεν Ἀβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης· καὶ ἐγένετο πᾶς ἀνὴρ ῷ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησεν πρὸς αὐτὸν Ἀβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ Ἐκ ποίας πόλεως σὺ εἶ ; καὶ εἶπεν Ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου.

καὶ εἶπεν πρὸς αὐτὸν ὁ Ἀβεσσαλώμ Ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστιν σου παρὰ τοῦ βασιλέως.

καὶ εἶπεν Ἀβεσσαλώμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ’ ἐμὲ ἐλεύσεται πᾶς ἀνὴρ ᾦ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν ;

καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατε- φίλησεν αὐτόν.

καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παωτὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ.

Καὶ ἐηένετο ἀπὸ τέλους τεσσεράκοντα ἐτῶν καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ Πορεύσομαι δὴ καὶ ἀποτίσω τὰς εὐχάς μου ἅς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρών·

ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷοἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέηων Ἐὰν ἐπιστρέφων ἐπι- [*](30 αυτων] εαυτων Α 31 εωεπθρ. οι π. σου Α 32 ειναι]ετι ειν. με Α | Α ουκ ειδον το προς. του βας. Α | om εν Α 33 αωηγγειλεν Α | τον Αβεσς.1 0] om τον Α ΧV 1 εαυτω] αυτω Α 2 Αβεσς. προς αυτον Α | ει συ Α | ει- πεν]+ ο ανηρ Α 3 ο Α βεσς.] om o A | σου ουκ εστιν Α 4 οm και 2 0 Α | εμε]+ο ανηρ Α 3 ο Αβεσς.] οm o A | σου ουκ εστιν Α 4 οm και 2 0 Α | εμε] εμου Α | ελευσεται] επελευς. Α | ω] ου Α 5 εξετεινεν Α | επελαμβανετο] κατελαμβ. Α 7 τεσσαρακ. Β b | ευξαμην Α 8 επιστρεψη] επιστρεψει Α)

642
[*](Β) στρέψῃ με Κύριος εἰς Ἰερουσαλήμ, καὶ λατρεύσω τῷ κυρίῳ.

καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐποπεύθη εἰς Χεβρών.

καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε Βεβαςίλεεθκεν βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών.

καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ κλητοί· καὶ πορευόμενοι τῇ ἁπλότητι ἀυτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα.

καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ τῷ Ἀχειτόφελ τῷ Θεκωνεὶ σύμβουλον Δαυεὶδ ἐν πόλει ἀυτοῦ εἰς Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν· καὶ ἐγένετο σύντριμμα ἰσχυρόν, καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ.

Καὶ παρεγένετο ὁ ἀπγγέλλων πρὸς Δαυεὶδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ.

καὶ εἶπεν Δαυεὶδ πᾶσιν τοῖς πασὶ αὐτοῦ τοῖος ἐν Ἰερουσαλήμ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προςώπου Ἀβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς, καὶ ἐξώσῃ ἐφ’ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης.

καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοῦ οἱ παῖδές σου.

καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποςὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον.

καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ, καὶ ἔστησαν ἐν οἴκῳ τῷ Μακράν.

καὶ παντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττεὶ καὶ πᾶς ὁ Φελετθεί, καὶ ἔστησαν ἐπὶ τῆς ελαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ, καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα ἀυτοῦ· καὶ πᾶς ὁ Χερεθθεὶ καὶ πᾶς ὁ Φελεθθεὶ καὶ πάντες οἱ Γεθθαῖοι, οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποςὶν αὐτῶν εἰς Γὲθ καὶ πορευτόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεὶ τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ [*](Α) [*](8 Κυριος] pr 0 A 10 om εν 1° Α | om βασιλευς Α 11 τη απλοτητι] pr εν A 12 Θεκωνει] Γιλωναιω Α |συμβουλον] τω συμβουλω Α 16 δεκα γ.] τας δε γ. Α 17 πεξοι Α 18 παρηγον ανα χειρα αυτου Α | om Χεττει ... πας 0 (4°) Α | οι εξακοσιοι] om οι 1° A α sup ras A 1 | τοις ποσιν] εν ταις πολεσιν Α 19 Σεθθει] Εθθει Α)

643
μεθ᾿ ἡμῶν ; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως , ὅτι ξένος εἶ [*](Β) σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου.

εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ᾿ ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου· ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ᾿ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι ἐφ᾿ οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν.