Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωάβ Ἰδοὺ δὴ ἐποίηςά σοι κατὰ τὸν λόγον σου τοῦτον· ἐπίστρεψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ.

καὶ ἔπεσεν Ἰωάβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ἰωάβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μον βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.

καὶ ἀνέστη Ἰωὰβ καὶ ἐπορεύθη εἰς Γεδσούρ, καὶ ἤγαγεν τὸν Ἀβεσσαλὼμ εἰς Ἰερουσαλήμ.

καὶ εἶπεν ὁ βασιλεύς Ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ, καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω· καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν.

καὶ ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν καντὶ Ἰσραὴλ αὐνετὸς σφόδρα· ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος.

καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐγένετο ἀπ’ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας ὡς ἄν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ’ ἀυτόν, καὶ κειρόμενος ἀυτὴν ἔστησεν τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοςίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ.

καὶ ἐτέχθησαν τῷ Ἀβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημάρ· αὕτη ἦν γυνὴ αὐτῷ τὸν Ἀβιαθάρ.

Καὶ ἐκάθισεν Ἀβεσσαλὼμ ἐν Ἰερουσαλὴμ δύο ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν.

καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠθέλησεν παραγενέσθαι.

καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ Ἀβεσσαλώμ Ἴδετε ἡ μερὶς ἐν ἐγρῷ τοῦ Ἰωὰβ ἐχόμενά μου, καὶ αὐτῷ κριθαὶ ἐκεῖ· πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν αὐτὰς οἱ [*](Α) [*](19 παντων] + τουτων Α | στοματι] + μου Α 20 περιελθειν] περιελειν Α | δολον] signa vl prae se fert B a txt et mg λογον Α | μου] + Ιωαβ Α 21 επιστρεψον] pr και πορευθητι και Α 24 απεστρεψεν] επεστρ. Α | Αβεσς.] pr o A 25 ανηρ] + καλος Α 26 καερεσθαι (αε sup raw A 1) A 27 Aβεσσαλωμ] βασιλει Α | θαμαρ Α | νη] η Α | Σαλομων Β b | Aβιαθαρ] Αβιαν Α 30 παιδας] παι | Α | η] ει Α | εκει] (sic) εισι Α )

641
παῖδες Ἀβεσσαλώμ, τὴν μερίδα. καὶ παραγίνονται οἱ δοῦλοι Ἰωὰβ [*](Β) πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν Ἐνεπύρισαν οἱ δοῦλοι Ἀβεσσαλὼμ τὴν μερίδα ἐν πυπρί.

καὶ ἀνέστη Ἰωὰβ καὶ ἦλθεν πρὸς ἀβεσσαλὼμ εἰς τὸν οἶκον, καὶ εἶπεω πρὸς αὐτόν Ἵνα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί;

καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωάβ Ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων Ἦκε ὦδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων Ἵνα τί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωςόν με.

καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ, καὶ προσεκύνγσεν αὐτῷ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ κατὰ πρςόσωπον τοῦ βασιλέως. καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Ἀβεσσαλώμ.