Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων Πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν, ὅτι ἀλλ’ ἢ Ἀμνὼν μονώτατος ἀπέθανεν.

καὶ ἀπέδρα Ἀβεσσαλώμ. καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν, καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν Ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ὠρωνὴν ἐκ μέρους τοῦ ὄρους.

καὶ εἶπεν Ἰωναδὰβ πρὸς τὸν βασιλέα Ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρειστιν· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο.

καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν, καὶ ἐπὴραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν.

καὶ Ἀβεσσαλὼμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς θολμίλημ υἱὸν Ἐμιοὺδ βασιλέα Γεδσοὺρ εἰς τὴν Μαχάδ· καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυεὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας.

Καὶ Αβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσούρ, καὶ ἦν ἐκεῖ ἔτη τρία.

καὶ ἐκόπασεν ὁ βασιλεὺς Δαυεὶδ τοῦ ἐξελθεῖν πρὸς Ἀβεσσαλώμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν ὅτι ἀπέθανεν.

καὶ ἔγνω Ἰωὰβ υἱὸς Σαρουίας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Ἀβεσσαλώμ.

καὶ ἀπέστειλεν Ἰωὰβ εἰς θεκῶε, καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπεν πρὸς αὐτήν Πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον, καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι, τοῦτο ἡμέρας πολλάς·

καὶ ἐλεύςῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο. καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.

καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ θεκωεῖτις πρὸς τὸν βασιλέα, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν Σῶσον, βασιλεῦ, σῶσον.

καὶ εἶπεν πρὸς αὐτὴν ὁ βασιλεύς Τί ἔστιν σοι; ἡ δὲ εἶπεν Καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου.

καί γε τῇ δούλῃ σου δύο υἱοι, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπασεν ὁ εἶς τὸν ἕνα ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν.

καὶ ἰδοὺ ἐπανέστη ὁλη ἡ πατριὰ πρὸς [*](Α) [*](33 ρημα] pr το Α | απεθαναν] απεθανον Α | om αλλ η Α 34 πλευρας] πλευρου Α | του ορους 1°] τους ορ. Β* (ς impr Bb) | εωρακα] εορ. Α | της Ωρωνην] των ορεων ῆ| Αvid 36 μεγαν] + σφοδρα Α 37 Θολμαιλημ] Θολομαι Α | την Μαχαδ] γην Μ. Α | omn o βασιλευς Α 38 απεδρα Αβεσς. Α 39 Δαδ ο βασιλευς Α XIV 2 τουτο ημερας πολλας πενθ. επι τεθν. Α 3 εν τω στοματι] εις το στομα Α 4 εις] επι Α | om και ειπεν Α 6 ο εις] om o A)

639
τὴν δούλην σου καὶ εἶπαν Δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ [*](Β) καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ οὗ ἀπέκτεινεν, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προςώπου τῆς γῆς.

καὶ εἶπεν ὁ βασιλεύς Ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ.

καὶ εἶπεν ἡ γυνὴ ἡ Φεκωεῖτις πρὸς τὸν βασιλέα Ἐπ’ κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος.

καὶ εἶπεν ὁ βασιλεύς Τίς ὁ λαλῶν πρὸς σέ; καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ.

καὶ εἶπεν Μνημονευςάτω δὴ ὁ βασαιλεὺς τὸν κύριον θεὸν αὐτοῦ, πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι, καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου· καὶ εἶπεν Ζῇ Κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν.

καὶ εἶπεν Λαληςάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ῥῆμα· καὶ εἶπεν Λάλησον.

καὶ εἶπεν ἡ γυνή Ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ; ἤ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια, τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ;