Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυεὶδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα· καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτόν, ὅτι πρωτότοκος αὐτοῦ ἦν.

καὶ οὐκ ἐλάλησεν Ἀβεσσαλὼμ μετὰ Ἀμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἐπὶ λόγου οὗ ἐταπείνωσεν Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ.

Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερὼν καὶ ἦσαν κείροντες τῷ Ἀβεσσαλὼμ ἐν Βαιλαςὼρ τῇ ἐχόμενα Ἐφράιμ, καὶ ἐκάλεσεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως.

καὶ ἦλθεν Ἀβεσσαλὼμ πρὸς τὸν βασιλέα καὶ εἶνπεν ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου, πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σον.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀβεσσαλώμ Μὴ δή, υἱέ μου, μὴ πορευθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ· καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησεν τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν.

καὶ εἶπεν Ἀβεσσαλώμ Καὶ εἰ μή, πορευθήτω δὴ μεθ’ ἡμὼν Ἀμνὼν ὁ ἀδελφός μου· καὶ εῖπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί πορευθῇ μετὰ σοῦ;

καὶ ἐβιάσατο αὐτὸν Ἀβεσσαλώμ, καὶ ἀπέστειλεν μετ’ αὐτοῦ τὸν ἀμνὼν καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως· καὶ ἐποίησεν Ἀβεσσαλὼμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως.

καὶ ἐνετείλατο Ἀβεσσαλὼμ τοῖς παιδαρίοις αὐτοῦ λέγων Ἴδετε ὡςαν ἀγαθυνθῇ ἡ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς, πατάξατε τὸν Ἀμνὼν καὶ θανατώσατε αὐτόν· μὴ φοβηθῆτε, ὅτι οὐχὶ ἐγώ εἰμι ὁ ἐντελλόμενος ὑμῖν; ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως.

καὶ ἐποίησαν τὰ παιδάρια Ἀβεσσαλὼμ τῷ Ἀμνὼν καθὰ ἐνετείλατο αὐτοῖς Ἀβεσσαλώμ· καὶ ἀνέστησαν πάντες οἱ υἱοὺ τοῦ βασιλέως, καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν.

καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῇ ὁδῷ, καὶ ἡ ἀκοὴ ἦλθεν πρὸς Δαυεὶδ λέγων Ἐπάταξεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ οὐ κατελείφθη ἐξ αὐτῶμ οὐδὲ εἷς.

καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶμ.

καὶ ἀπεκρίθη Ἰωναδὰβ υἱὸς Σαμὰ ἀδελφοῦ Δαυεὶδ καὶ εἶπεν Μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι Ἀμνὼν μονώτατος ἀπέθανεν· [*](21 ο βας. Δ. ηκουσεν Α 23 Βελλασωρ Α |βασιλεως] ς sup ras A a? A 25 του πορευ.] om του A 28 ο εντελλ.] om ο B ab | ανδριζεσθαι A | γινεσθαι A 29 επεκαθισεν A | ανηφ] εκαστος A | εφυγον A 31 οι περιεστ.] om οι A 32 om και ειπεν A | ειπατω] ει πως A | παιδαρια] παιδια A)

638
[*](Β) ὅτι ἐπὶ στόματος Ἀβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἦς ἐταπείνωσεν Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ.

καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων Πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν, ὅτι ἀλλ’ ἢ Ἀμνὼν μονώτατος ἀπέθανεν.

καὶ ἀπέδρα Ἀβεσσαλώμ. καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν, καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν Ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ὠρωνὴν ἐκ μέρους τοῦ ὄρους.

καὶ εἶπεν Ἰωναδὰβ πρὸς τὸν βασιλέα Ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρειστιν· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο.

καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν, καὶ ἐπὴραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν.

καὶ Ἀβεσσαλὼμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς θολμίλημ υἱὸν Ἐμιοὺδ βασιλέα Γεδσοὺρ εἰς τὴν Μαχάδ· καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυεὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας.

Καὶ Αβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσούρ, καὶ ἦν ἐκεῖ ἔτη τρία.

καὶ ἐκόπασεν ὁ βασιλεὺς Δαυεὶδ τοῦ ἐξελθεῖν πρὸς Ἀβεσσαλώμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν ὅτι ἀπέθανεν.