Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυεὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως, καὶ εἶδεν γυναῖκα λουομένην ἀπὶ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα.

καὶ ἀπέστειλεν Δαυεὶδ καὶ ἐζήτησεν τὴν γυναῖκα, καὶ εἶπεν Οὐχὶ αὕτη Βηρςάβεε θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρείου τοῦ Χετταίου;

καὶ ἀπέστειλεν Δαυεὶδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς· καὶ αὕτη ἁγιαζομένη ἀπὸ ἀκαθαρςίας αὐτῆς· καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυεὶδ καὶ εἶπεν Ἐγώ εἰμι ἐν γαστρὶ ἔχω.

καὶ ἀπέστειλεν Δαυεὶδ πρὸς Ἰωὰβ λέγων [*](Α) [*](13 αυτου 3°] +Συρια Α 14 ειδον Α |Αβεισα] Αβισαι Α |ανεστρεψαν Β*] ανεστρεψεν B abA 16 την εκ] om την A | om Χαλαμακ A | Σαβακ Α |Αδραζαρ Β* (α 3° superscr B ab) 17 Δ. απεναντι Συριας] Συρια απεναντι Δαδ B ab mg Συρια κατεναντι Δݲαݲδݲ A 18 om Συρια Β* (hab B ab(mg) A) Ισραηλ] Δݲαݲδݲ A | τεσσαρακ. B b | Σωβακ] pr τον A 19 ηυτομολησαν] + και εθεντο|διαθηκην B ab mg XI 1 απαντα A | διεκαθισαν] εκαθισαν A 2 τη κοιτης A (sic: κο sup ras A 1) | λουμενην A 3 Βηθσαεε A | (??)υγατηρ] pr η A | γυνη] pr η A | Ουριου B bA (ita ubique) 4 απεστρεψεν] +αυτην A)

631
Ἀπόστειλον πρὸς μὲ τὸν Οὐρείαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν [*](Β) Ἰωὰβ τὸν Οὐρείαν πρὸς Δαυείδ.

καὶ παραγίνεται Οὐρείας καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐπηρώτησεν Δαυεὶδ εἰς εἰρήνην Ἰωὰβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου.

καὶ εἶπεν Δαυεὶδ τῷ Οὐτείᾳ Κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρείας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως.

καὶ ἐκοιμήθη Οὐρείας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ.

καὶ ἀνήγγειλαν τῷ Δαυεὶδ λέγοντες ὅτι οὐ κατέβη Οὐρείας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Δαυεὶδ πρὸς Οὐρείαν Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;

καὶ εἶπεν Οὐρείας πρὸς Δαυείδ Ἡ κιβωτὸς καὶ Ἰσραήλ καὶ Ἰούδας κατοικοπυσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶν; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο.

καὶ εἶπεν Δαυεὶδ πρὸς Οὐρείαν Κάθισον ἐνταῦθα καὶ γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάθισεν Οὐρείας ἀν Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον.

καὶ ἐκάλεσεν αὐτὸν Δαυείδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν, καὶ ἐμέθυσεν αὐτόν· καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.

καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυεὶδ βιβλίον πρὸς Ἰωάβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρείου.

καὶ ἔγαψεν ἐν βιβλίῳ λέγων Εἰσάγαγε τὸν Οὐρείαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.

καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Οὐρείαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.

καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ἰωάβ· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυεὶε καὶ ἀπέθαναν, καί γε Οὐρείας ὁ Χετταῖος.

καὶ ἀπέστειλεν Ἰωὰρ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ Δαυεὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα.

καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν [*](7 om και εισηλθεν A | επηρωτησεν] η Ι° sup ras A 1 (επαιρ. Α *) 9 θυρα] Α + οικου Α 10 κατεβης] καταβη Α * καταβης (ς superscr) A 1 11 ” κιβ.] pr ει A | παρεμβαλουσιν Α |και εγω] καγω Α |πειν Β * (πιειν B a ? b A)| πως] pr και Α 12 γε] πε Α 13 επι] pre και Α | αυτου 30 °] αυτων Α 14 απεστειλεν] + Δαδ Α 17 εκ 1 °] απο Α |απεθαεν Α 18 om Δαθειδ Α | om λαλησαι προς τον βας. Α)

632
[*](B) βασιλέα,

καὶ ἔσται ἐὰν ἀναβῇ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;

τίς ἐπάταξεν τὸν Ἀβειμέλεχ υἱὸν Ἰεροβοὰμ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔρριχεν κλάσμα ἐπ’ αὐτὸν μύλου ἐπάνωνθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασί; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς Καί γε Οὐρείας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν.