Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεύς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀννὼν υἰὸς αὐτοῦ ἀντ’ αὐτοὺ.

καὶ εἶπεν Δαυείδ Ποιήσω ἔλεος μετὰ Ἁννὼν υἱοῦ Ναάς, ὅν τρόπον ἐποίησεν ὁ πατὴρ [*](Α) [*](3 εκ του οικου] τω οικω Α 4 Αμαηρ] Αμιηλ Α | Λαβαδαρι Α 5 Αμειηλ] Αμινηλ Α 6 Μεμφιβοσθαι Α (bis : item 8, 10 12 bis) | 9 υιω του κυριου] οικω τω κυριω Α 10 εργαν Α | αρτους 2°] αυτους Α | δια παντος αρτον] αρτους δια π. Α 11 om αυτου 2° Α 12 Μιχα Α | του Μεμφ.] τω Μεμφιβοσθαι Α 13 κατοικει Α | ησθιεν δια παντος Α Χ 1 Αννων] Αων Α 2 πατηρ αυτου] πα| του Α)

629
αὐτοῦ μετ’ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν Δαυεὶδ παρακαλέσαι αὐτὸν [*](Β) ὲν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παίδες Δαθεὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών.

καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἁννὼν τὸν κύριον αὐτῶν Μὴ παρὰ τὸ δοξάζειν Δαυεὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας; ἀλλ’ὅπως οὐχὶ ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν τας; ἀλλ’ὅπως κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυεὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ;

καὶ ἔλαβεν Ἁννὼν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀκέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν,καὶ ἐχαπέστειλεν αὐτούς.

καὶ ἀπήγγειλαν τῷ Δαυεὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντήν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ἰερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε.

καὶ εἶδαν οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυείδ· καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν Συρίαν καὶ Ῥοώβ, εἴκοσι χιλιάδεκα πεζῶν, καὶ τὸν βασιλέα Ἀμαλήκ, χιλίους ἄνδρας, καὶ Εἰστώβ, δέδεκα χιλιάδας ἀνδρῶν.

καὶ ἤκουσεν Δαυείδ, καὶ ἀπέστειλεν τὸν Ἰωάβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς.

καὶ ἐξῆλθαν οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σουβὰ καὶ Ῥοὼβ καὶ Εἰστὼβ καὶ Ἀμαλήκ, μόνοι ἐν ἀγρῷ.

καὶ εἶδεν Ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόςωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰσραήλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας.

καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβειςὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Ἀμμών,

καὶ εἶπεν Ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν· καὶ ἐὰν υἱοὶ Ἀμμὼν κραταιωθῶμεν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε.

ἀνδρίζου καὶ καρταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

καὶ προσῆλθεν Ἰωὰβ καὶ καὶ ὁ λαὸς αὐτοῦ μετ’αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν [*](3 Ανων Α (item 4 ) | αλλ οπως ουχι]ουκ ινα Α |απεστειλεν]στειλ sup A ras B a? 5 απηγγειλαν] ανηγγ. Α | απαντησιν Α | Ιεριχω Β b A 6 ιδαν Α | Δαυειδ] pr εν Α | Pοωβ] † και την Συριαν Σουβα Α | Αμαληκ] Μααχα Α| Ιστωβ Α (item 8) 7 τον Ιωαβ] om τον Α 8 εξηλθον Α | πυλης Α] πολης Β txt πολεως B a mg | Ροαβ Α | Αμαληκ (α 2° sup ras B?)] Μααχα Α 9 om εξ εναντιας 1° Α | των νεανισκων] νεανιων Α 10 Αβεισα]Αβισαι Α 11 εισωτηριαν Β* (εις σωτ. Β ab) | νιοι] pr οι Α 13 om μετ αυτου Α | εφυγον Α)

630
[*](B) ἀπὸ προςώπου αὐτοῦ.

καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὁτι ἔφυγεν Συρία, και ἔφυγαν ἀπὸ προςώπου Ἀβεισὰ καὶ εἰσῆλθαν εἰς τὴν πόλιν· καὶ ἀνέστρεψαν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμών, καὶ παρεγένοντο εἰς Ἰερουσαλήμ.

καὶ εἶδεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραήλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό.

καὶ ἀπέστειλεν Ἁδραάζαρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο Αἱλάμ· καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἁδραάζαρ ἔμπροσθεν αὐτῶν.

καὶ ἀνηγγέλη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ παρεγένοντο εἰς Αἱλάμ· καὶ παρετάξατο Δαυεὶδ ἀπέναντι Συρίας καὶ ἐπολέμησαν μετ’ αὐτοῦ.

καὶ ἔφυγεν Συρία ἀπὸ προςώπου Ἰσραήλ· καὶ ἀνεῖλεν Δαυεὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσεράκοντα χιλιάδας ἱππέων· καὶ Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν, καὶ ἀπέθανεν ἐκεῖ.

καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἁδραάζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραήλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ καὶ ἐδούλευσαν αὐτοῖς· καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.