Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
- ἀφ᾿ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν, [*](Β)
- τόξον Ἰωναθὰν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω,
- καὶ ῥομφαία Σαοὺλ οὐκ ἀνέκαμψεν κενή.
- Σαοὺλ καὶ Ἰωναθάν, οἱ ἠγαπημένοι κοὶ ὡραῖοι, οὐ διακεχωρισμενοι·
- ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῶ θανάτωοὕτων οὐ
- ὑπὲρ ἀετοὺς κοῦφοι,
- καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.
- θυγατέρες Ἰσραήλ, ἐπὶ Σαοὺλ κλαύσατε·
- κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου
- ὑμῶν,
- τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα
- πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου·
- Ιωναθάν, ἐπὶ τὰ ὕψη σου
- ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου Ἰωναθάν·
- ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ
- ὑπὲρ ἀγάπησιν γυναικῶν.
- πῶς ἔπεσαν δυνατοί,
- καὶ ἀπώλοντο σκεύη πολεμικά.
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυεὶδ ἐν Κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα ; καὶ εἶπεν κύριος πρὸς αὐτόν Ανάβηθι. καὶ εἶπεν Δαυείδ ἰδ’ Ποῦ ἀναβῶ ; καὶ εἶπεν Εἰς Χεβρών.