Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Ἀφέκ, καὶ Ἰσραὴλ παρενέβαλεν ἐν Ἀεδδὼν τὴν ἐν Ἰσραήλ.

καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ’ ἐσχάτων μετὰ ᾿ Αγχούς.

καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων τίνες οἱ διαπορευόμενοι οὗτοι ; καὶ εἶπεν ᾿ Αγχοὺς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων οὐχ οὗτος Δαυεὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως Ἰσραήλ ; γέγονεν μεθ’ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ’ ἧς ἡμέρας ἐνέπεσεν πρὸς μὲ καὶ ἕως τῆς ἡμέρας ταύτης.

καὶ ἐλυπήθησαν ἐπ’ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῶ Ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ’ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ αὐτοῦ,. οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ;

οὐχ οὗτος Δαυεὶδ ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες

  • Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ,
  • καὶ Δαυεὶδ ἐν μυριάσιν αὐτοῦ ;
  • [*](20 οὐκ ἢν ἐν ἀυτῶ Α | ἡμέραν] + ἐκείνην Α | om ἐκείνην Α 21 ἴδεν Α Α | ἔσπευδεν Α | om ἤκουσεν Α 22 φωνῆς] pr τῆς Α ἴ’ πορεύῃ Α 24 ἀυτὴν] αὐτὸ Α | ἔπεψεν] ἔπεμψεν Α XXIX 1 συναθροίζονται Α | Αεδδων] Αενδωρ Α | Ισραηλ 2°] Ιζραελ Α 2 ἀλλοφύλων] pr τῶν Α | ἐσχάτω Α 3 βασιλέως] φυλῆς Α | γέγονεν] pr ὃς Α | οὐθὲν] οὐδὲν Α 4 εἰς ’τον τόπον] pr καὶ ἀποστραφήτω Α | ουχει Α)
    606
    [*](B)

    καὶ ἐκάλεσεν ᾿ Αγχοὺς τὸν Δαυεὶδ καὶ εἶπεν αὐτῷ νῇ κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ’ ἐμοῦ ἐν τῇ παρεμβολῇ· καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ’ ἧς ἡμέρας ἥκεις πρὸς μὲ ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν ἀγαθὸς σύ.

    καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.

    καὶ εἶπεν Δαυεὶδ πρὸς ᾿ Αγχούς Τί πεποίηκά σοι κοὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ’ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἑ ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως ;

    καὶ ἀπεκρίθη ᾿ Αγχοὺς πρὸς Δαυείδ οἴδα ὅτι σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ’ οἱ σατράπαι τῶν ἀλλοφύλων Οὐχ ἥξει μεθ’ ἡμῶν εἰς πόλεμον.

    καὶ νῦν ὄρθρισον τὸ πρωὶ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ τὸν τόπον οὗ κατέστησα ὑμᾶς ἐκεῖ· καὶ λόγον λοιμὸν ἐν τῇ ὁδῷ καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε.

    καὶ ὤρθρισεν Δαυεὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων , καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ἰσραήλ.