Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐκλέγεται Σαοὺλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ἰσραήλ· καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι ἐν Μαχεμὰς καὶ ἐν τῷ ὄρει Βαιθήλ, χίλιοι ἦσαν μετὰ Ἰωναθὰν ἐν Γαβεὲ τοῦ Βενιαμείν· καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκηνωμα αὐτοῦ.

καὶ ἐπάταξεν Ἰωναθὰν τὸν Νασεὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ, καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι· καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων Ἠθετήκασιν οἱ δοῦλοι.

καὶ πᾶς Ἰσραὴλ ἤκουσεν λεγόντων Πέπαικεν Σαοὺλ τὸν Νοσεὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ἰσραὴλ ἐν τοῖς ἀλλοφύλοις· καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις.

καὶ συνάγονται εἰς πόλεμον ἐπὶ Ἰσραήλ, κα τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἐξ χιλιάδες ἱππέων κα λαὸς ὡς ἡ ἄμμος ἢ παρὰ τὴν θάλασσαν τῷ πλήθει. καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νώτου·