Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.

οὐχὶ θερισμὸς θερισμὸς πυρῶν σήμερον ; ἐπικαλέσομαι Κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον Κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα.¶

Καὶ ἐπεκαλέσατο Σαμουὴλ [*](¶ A) τὸν κύριον, καὶ Κύριος κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνη· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουήλ.

καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουήλ Ηρόσευξαι ὑπὲρ τῶν σου πρὸς Τύριον θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν· ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν, αἰτήσαντες ἑαυτοῖς βασιλέα.

καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαόν Μὴ φπβεῖσθε· ὑμεῖς τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν Κυρίου, καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν·