Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετά τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῶ·

ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ,

καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν·

καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείητε ἐν Ἀβειμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ’ ὑμῖν.

εἰ δὲ οὐ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβειμέλεχ καὶ φάγοι τοὺς ἄνδρας ῥᾶς Σικίμων καὶ τὸν οἶκον Βηθημααλλών, καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλλὼν καὶ καταφάγοι τὸν Ἀβειμέλεχ.

καὶ ἔφυγεν Ἰωαθὰν καὶ ἀπέδρα, καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ προσώπου Ἀβειμέλεχ ἀδελφοῦ αὐτοῦ.

Καὶ ἦρξεν Ἀβειμἑλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη.

καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄIδρ ἐν τῷ οἴκῳ Ἀβειμέλεχ·

τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑ Ἰεροβάαλ καὶ τὰ αἵματα αὐτῶν, τοῦ θεῖναι ἐπὶ ᾿ [*](13 om μὴ Α | απολειψασα] ἀφεῖσα Α | ’τον ἐυφραίνοντα θέον καὶ ανθρ.] A τὴν ἐυφροσύνην τὴν πάρα του θῦ’ τῶν ανݲωݲνݲ Α | πορεύσομαι κινεῖσθαι πορευθῶ ἄρχειν Α | τῶν ξύλων] om τῶν Α 14 om πάντα Α | τῆ ραμνω] πρὸς τὴν ῥάμνον Α 15 ὑμεῖς χρίετε με Α | του βασιλευειν] εἰς βασιλέα Α | υμας] ὑμῶν Α | ὑπόστητε ἔ τῆ σκία] πεποίθατε ἐν τῆ σκέπη Α | ἀπ’ ἐμοῦ] ἐκ τῆς ῥάμνου Α | καταφάγοι Α 16 τελειότητι] pr ἐν Α | ἀγαθωσύνην] καθὼς Α | ὡς ἀνταπόδοσις χερὸς] γα τὸ ἀνταπόδομα τῆς χ. Α 17 παρεταξατο] επολεμησεν Α | εξερριψεν] ἔρριφεν Α | ἐρύσατο] ἐξείλατο Α 18 παιδίσκης] pr τῆς Α 19 om μέτα 2° Α | om ἐν ° Α | ευφρανθειητε] pr ὑμὲς καὶ Α | om καὶ γε Α | ἐφ’] ἐν Α 20 εἰ ’δε οὐ] καὶ εἰ μὴ Α | εξελθη Α | ἄπο °] ἐξ Α | φαγοι] καταφάγοι Α | Βηθμααλλων bis] Μααλλων Α | καὶ 3°] + εἰ μὴ Α | ἐκ] ἄπο Α 21 ἔφυγεν Ιωαθαν καὶ απεδρα] ἀπέδρα Α | ἕως Βαιηρ] ἐν ὀδῶ κα ἔφυγεν εἰς Ραρα Α | ὤκησεν] κατῴκησεν Α | αδελφου] pr του Α 22 ἔπι] ἐν Α 23 ανδρες] pr οἱ Α 24 τὰ αἵματα] τὸ αἷμα Α | του θεῖναι] ἐπιθεῖναι Α)

502
[*](B) ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφούς.

καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων, διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ’ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἀβειμέλεχ.

καὶ ἦλθεν Γάλααδ υἱὸς Ἰώβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων.

καὶ ἐξῆλθον εἰς ἀγρὸν κα ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν, καὶ ἐποίησαν ἐλλουλείμ, κα εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ εἶπον καὶ κατηράσαντο τὸν Ἀβειμέλεχ.

καὶ εἶπεν Γάαδ υἱὸς Ἰώβηλ Τίς έστιν Αβειμελεχ καὶ τίς ἐστιν υἱὸς Συχὲμ ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς καὶ Ζεβούλ, ἐπίσκοπος αὐτοῦ, δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἑμμὼρ πατρὸς Συχέμ; κα τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;

καὶ τίς δώῃ τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω ’τον Ἀβειμέλεχ καὶ ἔρω πρὸς αὐτόν Πηλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε.

καὶ ἤκουσεν Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γάλααδ υἱοῦ Ἰώβηλ, καὶ ὠργίσθη θυμῷ αὐτός.