Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ζέβεε κα Σελμανά Ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σοῦ. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινεν τὸν Ζέβεε καὶ τὸν Σαλμανά, καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν

καὶ εἶπον ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεών κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου· ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ.

καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεών οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν. κύριος ἄρξει ὑμῶν.

καὶ εἶπεν Γεδεὼν πρὸς αὐτούς Αἰτήσομαι παρ’ ὑμῶν αἴτημα, καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ. ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι Ἰσμαηλεῖται ἦσαν.

καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ.

καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἑνωτίων τῶν χρυσῶν ὦν ᾔτησεν χίλιοι καὶ πεντακόσιοι χρυσοῖ, παρὲξ τῶν [*](Α) [*](15 Σοκχωθ] + καὶ εἰσῆλθεν πρὸς τοὺς ἄρχοντας Σοκχωθ Α Α | ἐν οις] δι’ οὑς Α | χειρὶ] pr τῆ Α | ἀνδράσιν] + σου Α | ἐκλιποῦσιν] εκελυμενοις Α 16 ἔλαβον Α | τοὺς πρεσβ.] pr του, ἄρχοντας κα Α | ἐν ταῖς ακανθαις] pr καὶ κατέξανεν αὐτοὺς Α | ἠλόησεν] κατέξανέν Α | οὖ ἄνδρας τῆς πολεως] ἄνδρας Σοκχωθ Α 17 κατέστρεψεν] κατέσκαψεν Α 18 ως συ...βασιλεως] ὤσει σὺ] ὅμοιος σοι ὅμοιος αυτων] ὡς εἶδος μορφὴ ὑιῶν βασιλέω. Α 19 ἤσαν] εἰσιν Α | ζῆ Κυριος pr καὶ ὤμοσεν αὐτοῖς Α | ἐζωογονήσατε Α 20 Ιεθερ] pr τὼ Α | τυ παιδ’.] + αυτου Α I ρομφαιαν] μάχαιραν Α | om ἔτι Α | ην νεωτερος Α 21 αναστα] + δὴ Α | συνατησον] απαντησον Α | ανδρος] ἀνὴρ Α | σου] αυτου Α | ἀπέκτεινεν] ἄνειλεν Α 22 εἶπεν Α | πρὸς Γεδεων κ. ἄρξον ημων] πρὸς Γ. ἄρχε ἐν ἥμιν sup ras A1 | om καὶ ° Α | ο υιος] οἱ υἱοὶ Α | σὺ εσωσας] σέσωκας Α 23 ἐγὼ] + ὑμῶν Α | ἐν ὕμιν] ὑμῶν Α 24 πρὸς αὐτοὺς Γεδεων Α | αιτημα] αἴτησιν Α | ἐκ σκύλων] τῶν σκ. Α | αυτοις] pr πολλὰ ἢν Α | σμαηλιται Bb 25 ἔβαλεν] ἔρριψεν Α | ενωτιον] + χρυσοῦν Α | σκυλων] pr των A 26 εγενετο] ἐγενήθη Α | ητησεν] ητησατο Α | χιλιοι] pr σίκλοι Α | πεντακόσιοι] ἑπτακόσιοι Α | χρυσοὶ] χρύσου Α | πάρεξ] πλὴν Α)

499
μηνίσκων καὶ τῶν στραηαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων [*](B) τῶν ἐπὶ βασιλεῦσι Μαδιάμ, καὶ ἐκτὸς τῶν περιθεμάτων αἰ ἦν ὲν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.

καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ἐφώθ, καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Ἐφραθά· καὶ ἐξεπόρνευσεν πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον.

καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον Ἰσραήλ, καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύ ἡ γῆ τεσσεράκοντα ἔτη ἐν ἡμέραις Γεδεών.

Καὶ Ἰεαροβάαλ υἱὸς Ἰωὰς καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ.

καὶ τῷ ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.

καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχέμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔτηκεν τὸ ὄνομα αὐτοῦ Ἀβειμέλεχ.

καὶ ἀπέθανεν Γεδεὼν υἱὸς Ἰωὰς ἐν πόλει αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν ἐφραθὰ Ἀβιεσδρί.

Καὶ ἐγένετο κ ἀπέθανεν Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἑ ὀπίσω τῶν Βααλείμ, καὶ ἔθηκαν ἑαυτοῖς τῶ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν.

καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν.

καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἰεροβάαλ, αὐτός ἐστιν Γεδεών, κατὰ πάντα τὰ ἀγαθὰ ἃ ἐποίησεν μετὰ Ἰσραήλ.