Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη.

καὶ ἴσχυσεν χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά.

καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραήλ, [*](26 διήλωσεν 1° .. .κροταφον] ἀπέτριψεν τὴν κεφαλῆς (sic) αυτου| καὶ συνεκαι διηλασεݲ| τὴν γνάθον Α 27 κατεκυλίσθη] συγκαμψας Α | om Α | ἄνα μέσον °] μεταξὺ Α | τῶν πόδων °] om τῶν Α | κατακλισθεις B* (κατακλιθεις B ab) | om κατακλιθεὶς ἔπεσεν Α | καθὼς κατεκλιθη] ἐν ω εκαμφεν Α | εξοδευθεις] ταλαίπωρος Α 28 παρεκυψεν...τοξικου] διέκυπτεν καὶ κα|τεμανθανεν η μݲηݲρݲ Σίσαρα δία της| δίκτυς ἐπιβλέπουσα ἔπι τους| Σισαρα| Α | διότι] δία τι Α (bis) | ησχυνθη ἄρμα αὐτοῦ] ἠσχάτισεν τὸ ἄρμα αυτου| παραγενέσθαι Α | πόδες] ἴχνη Α 29 αἰ σοφαὶ αρχουσαι] σοφαὶ αρχουσων Α | ἀπεκρίθησαν] ἀνταπεκρίναντο Α | ἀυτὴν] τὴν sup ras B ab Α | απεστρεφεν...εαυτη] απειIκρινατο ἐν ῥήμασιν αυτης] Α 30 οὐχ] οὔχι οικτειρμων...ανδρος] φιλιάζων φιλοις| ἆ κεφαλὴν δυνατοὶ (sic) Α | τὼ Σ σκύλα βαμματῶ| sup ras B ab | τὼ Σεισαρα] Σίσαρα Α | βάθη ποικίλων περι| τράχηλον αὐτοῦ σκῦλον Α 31 ὡς εξοδος...δυναμει] καθὼς η ἀνατολὴ του ἡλίου ἔνι δυναστείαις Α | τεσσαρακ. B b VI 1 ενωπιον] ἔναντι Α | ἔδωκεν] παρέδωκεν Α 2 ισχυσεν] κατεσχυσεν Α | τὰς τρυμαλιὰς τᾶι] ἄνδρας Α | τὰ σπήλαια καὶ τὰ κρεμαστὰ] τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν A 3 ἔαν] ὅταν Α | ἔσπειραν οἱ υἱοὶ] ἔσπειρεν ἀνὴρ Α | ἀνέβαινεν Α)

490
[*](B) Μαδιὰμ καὶ Ἀμαλήκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς· καὶ παρενέβαλον εἰς αὐτούς,

καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἴνως ἐλθεῖν εἰς Γάζαν, καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ἰσραὴλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον.

ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον, καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο, καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός· καὶ εἰς τὴν γῆν Ἰσραὴλ καὶ διέφθειρον αὐτήν,

καὶ ἐπτώχευσεν ὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ.

Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον ἀπὸ προσώπου Μαδιάμ.

καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ Ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλίας ὑμῶν,

καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν·

καὶ εἶπα ὑμῖν Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμορραίου, ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.

Καὶ ἦλθεν ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ ἐν τῇ Ἰωὰς πατρὸς τοῦ ’Eσδρεί· καὶ Γεδεὼν υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ.