Judices (Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰαβεὶν βασιλέα Χανάαν ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ.
καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβεὶν βασιλέα V
Vἦσαν Δεββωρὰ καὶ Βαρὰκ υἱὸς Ἀβεινέεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες [*](16 ἕως] pr καὶ Α | Απεισωθ] δρυμοῦ Α | παρεμβολὴ] pr η Α 17 ἔφυγεν] Α ἐχώρησεν Α | om ἑταίρου Α | om ἢν Α 18 συναντησιν] ἀπάντησιν Α | πρὸς αὐτὸν Α | εκκλινον] ἔκνευσον Α (bis) | εξεκλινεν] εκνευσεν (sic) Α | ἀυτὴν] αὐτὸν Α | περιέβαλεν] συνεκάλυψεν Α | επιβολαιω] ἐν τῆ δέρρει ἀύτης Α 19 περιέβαλεν αὐτὸν] συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ Α 20 om Σεισαρα Α | om δὴ Α | ἔπι τὴν θύραν] ἐν τῆ θύρα Α | ἀνὴρ] τις Α | ειπη (bis scr Ε)] + σοι Α | om ει Α | ὧδε] ἐνταῦθα Α | ἔρει Α* ἔρεις Α1) 21 κα ἔλαβεν] pr καὶ συνεκαλυψεν αὐτὸν ἐν τη| δέρρει ἀύτης Α | ἐν κρύφη] ἡσυχῆ Α | ἔπηξεν] ἔθηκεν Α | τὼ κροτάφῳ] τῆ γνάθω Α | διεξῆλθεν] διήλασεν Α | ἐξεστὼς ἐσκοτώθη] ἂπεσκαρισεν| ἀνάμεσον τῶν γονάτων αυτης| καὶ ἐμ ψυξεν Α 22 συναντησιν] ἀπαντὴν Α | ἀυτῶ 1°] αὐτοῦ Α | πεπτωκὼς Α | τω κροταφω] τῆ γνάθω Α 23 ετροπωσεν] ἐταπείνωσεν Α | ο θεος] pr κݲςݲ Α | ’τον Ιαβειν β. X. ἐν τῆ ἥμερα ἐκείνη Α | ἐνώπιον Α 24 ἐπορεύετο] ἐπορεύθη Α | γ’; ὑιῶν] κݲυݲ ὑιῶν Α | οὐ Α | τ’ Ιαβειν β. X.] αὐτὸν Α V 1 ησεν Α | Βαραχ Α Α | λεγοντες] καὶ εἶπεν ἐν τῆ ωδη Α)
- Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ἰσραήλ·
- ἐν τῷ ἀκουσιασθῆναι λαὸν εὐλογεῖτε Κύριον.
- ἀκούσατε βασιλεῖς, καὶ ἐνωτίσασθε σατράπαι·
- ἐγώ εἰμι τῷ κυρίῳ, ἐγώ εἰμι ᾄσομαι,
- ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ἰσραήλ.
- Κύριε, ἑν τῇ ἐξόδῳ σου ἐν Σηείρ,
- ἑν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Ἐδώμ,
- γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους,
- καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ.
- ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωεί,
- τοῦτο Σεινὰ ἀπὸ προσώπου κυρίου θεοῦ Ἰσραήλ.
- ἐν ἡμέραις σαμεγὰρ υἱοῦ Ἀνάθ, ἐν ἡμέραις Ἰαήλ,
- ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς,
- ἐπορεύθησαν ὁδοὺς διεστραμμένας.
- ἐξέλιπον δυνατοὶ ἐν Ἰσραήλ, ἐξέλιπον,
- ἕως οὗ ἀναστῇ Δεββωρά,
- ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ἰσραήλ.
- έξελέξαντο θεοὺς καινούς,
- ὅτε ἐπολέμησαν πόλεις ἀρχόντων·
- θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη
- ἐν τεσσεράκοντα χιλιάσιν ἐν Ἰσραήλ.
- ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ·
- οἱ ἑκουσιαζόμενοι ἐν λαῷ, εὐλογεῖτε Κύριον.