Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπεσκέπη ὁ λαός, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ἰαβεὶς Γαλαάδ.

καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως, καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ἰαβεὶς Γαλαὰδ ἐν στόματι ῥομφαίας.

καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως·

καὶ εὗρον ἀπὸ οἰκούντων ἰαβεὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼν τὴν ἐν γῇ Χανάαν.

Καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμεὶν ἐν τῆ πέτρα ῾Ρεμμών, καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.

καὶ ἐπέστρεψεν Βενιαμεὶν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ᾿Ιαβεὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως.

καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμείν, ὅτι ἐποίησεν Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ᾿Ισραήλ.

Καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιητοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμεὶν γυνή. [*](A 5 οὐκ ἀνέβη] ο μὴ ἀναβὰς Α Ι ἄπο] ἐκ A Ι ο ορκος] om ο Α | ἢν τοῖς οὐκ αναβεβ.] ἐν τὼ μὴ ἀναβάντι Α Ι θανατωθησεται] ἀποθανεῖται Α 6 πρὸς] πέρι Α I αδελφον] του ἀδελφοῦ Α | εξεκοπη] αφηρηται Α Ι ἄπο] ἐξ Α αυτοις τοις περισσὼς Α 8 εἰς ἄπο φ. I. os] μία τῶν φ· I. ἥτις Α 9 ἐπεσκέπη] ἀπεσκόπει Α | οὐκ ἢν] ἴδου οὐκ εστιν Α | οικουντων] pr τῶν Α 10 ἀπέστειλαν Α | ὑιῶν] pr τῶν Α Ι πορεύεσθε] πορεύθητε Α Ι τοὺς οικουντας | πάντας τ. κατοικ. Α Ι ρομφαιας] + καὶ τὰς γυναῖκά κα ’τον λαὸν Α τουτο] ουτος ο λόγος ὂν Α Ι apcrev] ἀρσενικὸν A Ι γυναικαν B γυναῖκα Bh) ειδυιαν] γινώσκουσαν Α | om τὰς ’δε παρθένους περιποιησεσθε κα ἐποίησαν οὕτως Α 12 οἰκούντων] τῶν κατοικ. Α Ι αιτινες] αἰ Α Ι ἤνεγκαν] ἦγον A Σηλωμ Α I τὴν ἐν] η ἐστιν ἐν Α 13 τοὺς υἵους Bev.] Βεν. ’τον Α 14 απεστρεψεν Α Ι om οἱ υἱοὶ Icrp. Α | ας εζωοποιησαν ἄπο] αιτεινες ἤσαν ἐκ A Ι θυγατερων] γυναικων A 15 om ἔπι Α 16 ειπαν Α | περισσοις] Α | ηφανισθη] ἠφάνισται Α Ι ἄπο Βεν.] ἐκ του Bev. Α)

537