Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγένετο ἀνὴρ Λευείτης παροικῶν ἐν μηροῖς ὄρους Ἐφράιμ, καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλέεμ Ἰούδα.

καὶ ἐπορεύθη ἀπ’ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ, καὶ ἀπῆλθεν παρ’ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς, εἰς Βηθλέεμ Ἰούδα· καὶ ἦν ἐκεῖ ἡμέρας δ΄ μηνῶν.

καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς, τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ· καὶ νεανίας αὐτοῦ μετ’ αὐτοῦ καὶ ζεῦγος ὄνων. καὶ ἥδε εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αύτῆς· καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος, καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ.

καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος, καὶ ἐκάθισεν μετ’ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ηὐλίσθησαν ἐκεῖ.

καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωὶ καὶ ἀνέστη τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ Στήρισόν σου τὴν καρδίαν ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε.

καὶ ἐκάθισεν [*](28 ανθρωπου] ἄνων Α | τῆ κοιλαδι] κοιλάδι η ἐστιν Α | Ρααβ] Τωβ Α | Α κατεσκήνωσαν] κατοίκησαν Α 29 ἐν ὀνόματι] κάτα τὸ ὄνομα Α | om Δὰν 2° Α | πατρὸς] pr του Α | ἐτέχθη] ἐγενήθη Α | Ουλαμαις τὸ ὂν. πολεως] ἢν Ἄλεις ὂν. τῆ πόλει Α 30 ἔστησαν] ἀνέστησαν Α | Δὰν] pr του Α | τὸ γλυπτὸν] + Μειχα Α | Ιωναθαν Α | Γερσωμ Α | ὑίος 2°] Α | Μαννασση Α | ἡμέρας ἀποικίας τῆς γῆς] τῆς μετοικεσίας του Δᾶ’] Α 31 ἔθηκαν] ἔταξαν Α | ο ἐποίησεν Μειχαιας] Μειχα ο ἐποίησεν Α | ἃς] ὅσας Α | βασιλεὺς οὐκ ἢν Α XIX 1 Λευιτης Α | ελαβεν] + ο ἀνὴρ Α | ω Α | ἄπο] ἐκ Α 2 ἐπορεύθη ἀπ’ αὐτοῦ] ὠργίσθη ἀυτῶ Α | παρ’] ἁ Α | οἶκον πατρὸς] ’τον οἶκον του π. Α | ἢν] ἐγένετο Α | δ΄ μηνῶν] τετρα —3 επορευθη...νεα | °) sup ras et in mg inf Β1? 3 ὀπίσω] κατοκαρδιαν | pr τὴν Α | του ἐπίστρεψαι] διάλλαξαι Α | ἀυτῶ] ἑαυτὼ] καὶ ἀυτὴν πάλιν προς | αὐτὸν· Α | νεανίας α 2° superscr) Bab] νεᾶνις τὸ παιδάριον Α | όνων] ὑποζυγίων Α | ἦδε εἰσήνεγκεν αὐτὸν] ἐπορεύθη Α | εἰς οικον] ἕως οἴκου Α | πατρὸς] pr του ἴδεν Α | ηὐφράνθη] πάρην Α | συνάντησιν] ἀπάντησιν Α 4 κατέσχεν] εἰσήγαγεν Α | εἴ τρεῖς ἠμ’.] ἠμ’. τρεῖς Α | ηὐλίσθησαν] ὕπνωσαν Α 5 πορευθ.] ἀπελθεῖν Α | νυμφ.] γαμβρὸν Α | τὴν κ. σου Α | ψωμῷ] ω 2° sup ras Ba κλάσματι Α | πορεύεσθαι Α 6 ελαιεοσαμ Α)

528
[*](Β) καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα Ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθ·ήσεται ἡ καρδία σου.

καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ ἐκάθισεν καὶ ηὐλίσθη ἐκεῖ.

καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τ‘ῆ πέμπτῃ τοῦ πορευθῆναι, καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον δὴ τὴν καρδίαν σου, καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο.

καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ, καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος ἰδού δὴ ἡ ἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε καὶ ἀγαθυνθήἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου.

καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι, καὶ ἀνέστη καὶ ἀπῆλθεν, καὶ ἦλθεν ἕως ἀπέναντι Ἰεβούς, αὕτη ἐστὶν Ἰεβουσαλήμ· καὶ μετ’ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ’ αὐτοῦ.

καὶ ἢλθοσαν ἕως Ἰεβούς· καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα, καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ Ἰεβουσεὶν ταύτην, καὶ αὐλισθῶμεν ἐν αὐτῇ.