Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα; καὶ εἶπαν Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνεί, ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί.

καὶ εἶπεν αὐτοῖς ποιήσητε οὕτως ταύτην, ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν, καὶ ἔσχατον κοπάσω.

καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρόν, πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλτᾷ τῆς πέτρας Ἠτάμ.

Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ἰούδᾳ, καὶ ἐξερίφησαν ἐν Λεύει.

καὶ εἶπαν ἀνὴρ Ἰούδα Εἰς τί ἀνέβητε ἐφ’ ἡμὰς; καὶ εἶπον οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψὼν ἀνέβημεν, καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.