Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Σαμψών

  • Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς,
  • ὅτι ἐν τῆ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.
  • καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος.

    καὶ ἐδίψησεν σφόδρα, καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν Σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, κοὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριαὶ ἀπεριτμήτων.

    καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ Σιαγόνι καὶ αὐτοῦ ὕδωρ· καὶ ἔπιεν, καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησεν. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σεαγόνι, ἕως τῆς ἡμέρας ταύτης.

    καὶ τὸν Ἰσραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη. Καὶ XVI