Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψὼν πρὸς αὐτὸν καὶ εἶπεν Πλὴν μεμίσηκάς με κοὶ οὐκ ἠγάπησάς με, ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου οὐκ ἀπήγγειλάς μοι. καὶ εἶπεν αὐτῇ Σαμψών Εἰ τῷ πατρί μου κα τῇ μητρί μου οὐκ ἀπήγγελκα, σοὶ ἀπαγγείλν ;

καὶ ἔκλαυσεν πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἃς ἦν αὐτοῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρενώχλησεν αὐτῷ· κα ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς.

καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῆ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον

  • Τί γλυκύτερον μέλιτος,
  • καὶ εἶπεν αὐτὸς λέοντος ;
  • οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου.
  • Εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου,
  • οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου.
  • καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτῶν, καὶ ἔδωκεν τὰς στολὰς τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα· καὶ ὠργίσθη θυμῷ Σαμψών, καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.

    καὶ ἐγένετο ἡ γυνὴ Σαμψὼν ἑνὶ τῶν φλῶν αὐτοῦ ὦν Καὶ ἐγένετο μεθ’ ἡμέρας ἐν ἡμέραις θερισμοῦ XV