Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθῆναι πρὸς Μανῶε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανῶε ὅτι ἄγγελος κυρίου οὗτος.

καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ Θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν εἴδομεν.

καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Εἰ ἤθελεν ὁ κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἀν’ ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν, καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα· καὶ καθὼς καιρός, οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα.

Καὶ ἔτεκεν ἡ γυνὴ υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψών· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ κύριος.

καὶ ἤρξατο πνεῦμα κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν καὶ ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον Εσθαόλ. Καὶ κατέβη Σαμψὼν XIV

XIVεἰς Θαμνάθα, καὶ εἶδεν γυναῖκα εἰς Θαμνάθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων

καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ αὐτοῦ καὶ εἶπεν Γυναῖκα ἑόρακα ἐν Θαμνάθα ἀπὸ τῶν υλιστείμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα.

καὶ αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ Μὴ οὐκ εἰσὶν τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων ; καὶ εἶπεν Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λάβε μοι, ὅτι αὕτη εὐθεῖα ἱν ὀφθαλμοῖς μου.

καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ν. καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν

καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμνάθα· καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμνάθα, καὶ [*](Α) [*](20 ἐπάνωθεν Α | ἕως του οὐράνου] εἰς ’τον οὐρανὸν Α Ι θυσιαστηρίου 2°] + εἰς ’τον οὐρανὸν Α Ι βλέποντες] ἐθεώρουν Α Ι ἔπεσον Α 21 οὕτος] ἐστιν Α 22 εἴδομεν] ἑωράκαμεν Α 23 εἰ] + οὑν Α Ι ἤθελεν] βουλετε Α | 0 om ο Α | ἔλαβεν] ἐδέξατο Α Ι χειρὸς] τῶν χείρων Α | ἔδ’ ἧμας Α Ι πάντα ταύτα Α | καῖρος] pr ο Α | ἠκούτισεν ἤμα ἥμιν Α 24 om υἱὸν Α | ηδρυνθη...Κυριος] ηυλογησεν αυ|τον κς· καὶ ηυξηθη τὸ παιδαριον| Α 25 συμπορευεσθαι Α | om και 2° A | Σαρα Α | Εσθαολ] Εθαελ Α XIV 1 εἰς 2°] ἐν Α | ἄπο] ἐκ Α | ἀλλοφύλων] + ἤρεσεν ἐνώπιον αὐτοῦ Α 2 om αὐτοῦ Ι° Α Ι ἑώρακα Β b A Ι Φυλιστιειμ] τῶν ἀλλοφύλων Α Ι ἀυτὴν ἐμοὶ] μοι ἀυτὴν Α 3 εἰσιν θυγατερες] ἐστιν ἄπο ’ταν Α | ἐκ παντὸς του λαοῦ] ἐν παντὶ τὼ λάω Α | ἄπο] ἐκ Α | ἀυτὴ ευηρεσεν Α 4 ἐκδίκησιν] ἀνταπόδομα Α | εκζητει Α Ι οἱ ἀλλόφυλοι] om οι Α | κυριευοντες] εκυριευον Α | εν Ισρ.] των υιων Ισρ. Α 5 ἕως του αμπελωνος] εἰς ἀμπελῶνα Α)

515
ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ.

καὶ ἥλατο [*](B) ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ συνέτριψεν αὐτὸν ὡσεὶ συντρίψει ἔριφον· καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὂ ἐποίησεν.

καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψών.

καὶ ὑπέστρεψεν μεθ’ ἡμέρας λαβεῖν αὐτήν· καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τού λέοντος καὶ μέλι.

καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας, καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον, καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἀπὸ τοῦ στόματος τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι.

καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ πότον ζ' ἡμέρας, ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι.

καὶ ὅτε εἶδον αὐτόν, καὶ ἔλαβον τριάκοντα κλητούς, καὶ ἦσαν μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτοῖς Σαμψών Πρόβλημα ὑμῖν προβάλλομαι·

ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων·

καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσόμενος στολὰς ἱματίων. καὶ εἶπαν αὐτῷ Προβαλοῦ τὸ πρόβλημα καὶ ἀκουσόμεθα αὐτό.

καὶ εἶπεν αὐτοῖς

  • Τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος
  • καὶ ἀπὸ ἰσχυροῦ γλυκύ ;
  • καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας.

    καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψών Ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· [*](5 λεόντων Α | συνάντησιν] ἀπάντησιν Α 6 ἠλᾶτο] κατηύθυνεν Α Ι συνετριψεν] Α διέσπασεν Α | συντρίψει] διασπάσαι Α Ι ἔριφον] + αἰγὼν Α | ταῖς χερσιν] τῆ χειρὶ Α Ι καὶ 5°] οὐδὲ Α Ι om αὐτοῦ 3° Α Ι ο] α Α 7 ὀφθαλμὸς] ἤρεσεν ἐνώπιον Α 8 επεστρεψεν Α | συναγωγὴ] συστροφὴ Α | μελι] + ἢν Α 9 χειρας] τὸ στόμα Α + αὐτοῦ Β ab (superscr) Α | ἐπορεύετο] ἐπορεύθη Α Ι ἐσθίων] ἀίσθων Α | τὴν μητέρα] pr πρὸς κ| πρὸς in mg et sup ras) Β a? A | Ι ἄπο του στόματος] ἐκ τῆς ἕξεως Α 10 ζ' ἡμέρας] ἠμ’. ἔπτα Α Ι ποιοῦσιν] ἐποίουν Α 11 ὅτε ειδον...κλητους] ἐν τὼ φοβεισθαι αυ|τους αὐτὸν προσκατεστησαݲ ἀυτῶ ἑτέρους τριακοντα| Α 12 πρόβλημα ὕμ’. προβάλω ὕμ’. πρόβλημα Α | ἔαν] pr καὶ Α Ι αὐτὸ] μοι τὸ πρόβλημα Α 13 δύνησθε] δυνασθῆτε Α Ι δώσετε] καὶ δωσεται Α | ὀθόνια] σινδόνας Α | om αλλασσομενας Α | πρόβλημα] + σου Α | αὐτὸ] σου Α 14 τι βρωτὸν ἐξ. ἐκ βιβρ.] ἐκ του εσθον|τος ἐξῆλθεν βρώσεις Α Ι απο] ἐξ Α | γλυκὺ] pr ἐξῆλθεν Α | ἠδύναντο] ηδυνασθησαν Α Ι ἔπι τρ. ἠμ’. τὸ πρόβλημα Α 15 μεν] ἐμπυρίσωμεν A)

    516
    [*](B) ἢ ἐκβιάσαι ἡμᾶς κεκλήκατε ;