Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανῶε Ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου· καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανῶε ὅτι ἄγγελος Κυρίου αὐτός.

καὶ εἶπεν Μανῶε πρὸς τὸν ἄγγελον κυρίου Τί τὸ ὄνομά σοι ; ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σε.

καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Κυρίου Εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου ; καὶ αὐτό ἐστιν θαυμαστόν.

καὶ ἔλαβεν Μανῶε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ, καὶ διεχώρισεν ποιῆσαι· καὶ Μανῶε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες.

καὶ [*](8 απεστειλας] + πρὸς ἡμὰ Α | om ἔτι Α Ι συνβιβασατω συμβ. Β ab)] φωτιπαιδιω] Α Α | Παιδαριω παιδαρίῳ A 9 εἰσήκουσεν] ἔπη ’κουσεν Α Ι ἦλθεν] παρεγενετο Α Ι κα ἀυτὴ ἐκάθητο] ἀύτης καθημένης Α | ἀγρῶ] pr τὼ Α 10 ἐξέδραμεν Α | ἀπήγγειλεν Α | πρὸς με Ι°] μοι Α | ὃς ἦλθεν (ras θ Β b)] ο ελθων Α Ι ἐν ἥμερα πρὸς με (post ἠμ’. ras aliq Β a)] πρὸς με τῆ ἠμ’. ἐκείνη Α 11 Μανωε καὶ ἔπορ’. Α Ι om καὶ ἦλθεν Α 12 νυν] + ’δε Α Ι ἐλεύσεται ο λογος] ἐλθόντος του ῥήματος Α Ι τις ε. κρίσις] τι ε. τὸ κρίμα Α Ι παιδίου] παιδαριου Α Ι ποιηματα] ἔργα Α 13 εἴρηκα] εἶπα Α Ι φυλάξεται] φυλαξασθω Α 14 παντὸς o] πάντων ὅσα Α Ι εκπορευται Α | του οινου] om του Α | om μέθυσμα Α | ἀυτῶ B*A] ἀυτὴ η sup ras) Β ? | φυλαξεται] φυλαξάσθω Α 15 κατάσχωμεν ωδε] βιασωμεθα δὴ A | ποιήσομεν Α | ενωπιον] εναντιον Α 16 κατάσχῃς] βάσῃ Α | φαγομαι] γομαι sup ras Β a Ι om ἄπο Α | ποιήσεις Α | τὼ κυρίω] om τὼ A | αὐτὸς] ἐστιν Α Τ τὸ ὄνομα] om τὸ Α | ὅτι ελθοι] ἴνα ὅταν δλθη Α Ι om κα ° Α | δοξάσωμεν Α 18 εις τι] ἴνα τι Α 19 κα διεχώρισεν ποιησαι] τὼ θαυμαστὰ ποιοῦντι κݲωݲ Α Ι εθεωρουν Α)

514
[*](B) ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάν.ω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ, καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου· καὶ Μανῶε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες, καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.