Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐποίησεν Ἰησοῦς πρός αὐτοὺς εἰρήνην. καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.

Καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν, κα ὅτι ἐν αὐτοῖς κατοικοῦσιν.

καὶ ἀπῆραν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν. αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφειρὰ καὶ Βειρών, καὶ πόλεις Ἰαρείν.

καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ἰαραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν.

καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῆ συναγωγῇ Ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν θεόν Ἰσραήλ, καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν·

τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς· καὶ οὐκ ἔσται καθ’ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοῖς.

ζήσονται, καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθόπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.

καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Διὰ τί παρελογίσασθέ με λέγοντες κατοικούντων ἐν ἡμῖν;

καὶ νῦν ἐπικατάρατοί ἐστε. οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ὀπὸς ἐμοὶ καὶ τῷ θεῷ μου.

καὶ [*](AF 17 om ἀκούσαντες AF | εαυτοις] ὕμιν αὐτοῖς F Ι ερειται Α | σου] ὑμῶν AF διαθεσθαι Α 18 αρτοι] + ημων F 19 διαρρωγασιν F | ημων 2°] υμων Α πεπαλαίωνται AF 20 του, ἐπισιτισμοὺς Α | κύριον] pr ’τον F | οὐκ] οὐ Bb | ἐπερώτησαν AF 21 διέθετο AF 22 εισιν ἀυτῶν AF 23 ἦλθον] ἐξῆλθαν Α ἦλθαν F | Χεφειρα Α | Βειρων] Βηθωρ B ab mg Βηρωθ | AF 24 οἱ υιοι] om οἱ F | ἄρχοντες] + τῆς συναγωγης AF | κύριον ’τον ’τον κݲνݲ θݲνݲ AF | συναγωγῆι + Ισραηλ F 25 οἱ αρχοντες] pr πάντες πάση AF 26 om καὶ περιποιησόμεθα αὐτοὺς F 27 καθάπερ] pr κα πάσα η συναγωγὴ F 28 λεγοντες] + ὅτι F | ἐσμεν ἄπο σου AF | ν F* (εστε F1) 29 εκλειπη AF | om οὐδὲ AF | ξυλοκοπος] + F)

439
τῷ Ἰησοῖ λέγοντες Ἀνηηἑλη ἡμῖν ὅσα συνέταξεν [*](B) κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην, καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἀπὸ προσώπου ὑμῶν· καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν, καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.

καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.

καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν ’lσραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.

καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας ¶ καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται [*](¶ F) κύριος.