Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν Ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου. ἀκηκοάμεν γὰρ τὸ ονὸμἄ αὐτου, καὶ ὅσα έποίησεν έν Αἰγὐπτῴ.

καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Ἀμορραίων οἲ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων καὶ τῷ Ὢγ βασιλεῖ τῆς βασᾶν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν. [*](6 καθοτι] καθὰ AF Ι ’τον λαὸν] + Ισραηλ Α + κυρίου F 7 om οὕτως AF AF Ι om Ιησους AF Ι του νόμου τούτου] ταύτα F | τὼ νόμω] om τὼ F 8 om ὑιῶν Α | Ισραηλ 1°] hiat F multa desiderantur usque Ισραηλ 2° | om κα 3° Α (hab F αι) | προσπορ.] προπορ. Α ( . . . πορ. F) 9 κύριος] Ιησους Α | Ιεριχω Α 10 ὤμων] όνων Α 11 om καὶ 3° F | ἐπάνω] ἐπ’ AF Ι ο ἄρτος] οἱ ἄρτοι AF | του επισιτισμ. ἀυτῶν AF Ι ξηρος] ξηροὶ Α ξηροι F om καὶ εὐρωτιῶν AF βεβρωμενοι AF 12 ἦλθον ευρωτιων AF | pefipwuevot. AF 12 ηλθον AF | IcrparjX 1°] ἀυτῶν Α Ι Ισραηλ 2°] πρὸς πάντα Ισλ Α πρὸς πάντα ’τον λαὸν F | διαθεσθαι Α 13 εθοι] ἥμιν F Ι κατῴκεις Α | σοι διαθωμαι] διάθωμαι σοι Α διαθώμεθα σοι F 14 εστε] ἔσται F 15 ειπαν] + πρὸς αὐτὸν AF I om του F Ι ὅσα] pr πάντα F 16 ὅσα] pr πάντα F Ι τοῖς βασιλεῦσιν] τοῖς AF | τῶν Αμορραιων 2°] Εσεβων AF | Ασταγωθ Bb)

438
[*](B)

καὶ κοὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες Λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν, καὶ ἐρεῖτε πρὸς αὐτούς οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.

οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν θησαν καὶ γεγόνασιν βεβρωμένοι·

καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασιν· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα.

καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν, καὶ Κύριον οὐκ ἐπηρώτησαν.

καὶ ἐποίησεν Ἰησοῦς πρός αὐτοὺς εἰρήνην. καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.