Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἴδεν καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ἰσραὴλ ἀπὸ προσώπου α

καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ, καὶ αὐτοὶ ἀπὸ τῆς πόλεως·

οὐ κατελείφθη οὐθεὶς ἐν τῆ Γαῖ ὃς οὐ Ἰσραήλ· καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην, καὶ κατεδίωξεν ὀπίσω Ἰσραήλ.

καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἔκτεινον σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν, εῖς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν· καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν·

καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χεῖρα, καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτήν· καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί.

καὶ περιβλέψαντες οἱ κάτοικοι Γαῖ εἰς τὰ ὀπίσω αὐτῶν, καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκέτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε.

καὶ Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν, καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαῖ.