Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐπέαὐτῷ σωρὸν λίθων μέγαν· καὶ ἐπαύσατο Κύριος τοῦ θυμοῦ [*](15 ἀν’] ἔαν F | ενδενχθη ενδιχθη AF)] + δία κυρίου F | καὶ πάντα] pr αὐτὸς AF F | ἐποίησαν Α 16 Ιησους] + τὸ πρώι F 17 δημους] + Ἰούδα F | Ζαριει Α ο Ζαρι F | προσήχθη 2°] + δῆμος ο Ζαραει (Ζαραι F) κατ’ ἄνδρας Α κάτα ἄνδρας F + καὶ ἐνεδείχθη οἶκος Ζαμβρι καὶ προσήχθη ο οἶκος αὐτοῦ κάτα ἄνδρας F 18 Αχαν Α Ι ὑίος Ζαμβρει] ὑίος Ζαμβρι Α ο ὑίος Χαρθει υἱοῦ Ζαμβρι F | Ζαρα] + τῆς φυλῆς Ιουδα F 19 Αχαν Α Ι τὼ κ. θέω] κυρίω τὼ θέω F | δὸς °] + ἀυτῶ F 20 Αχαν Α | Ἰησοῦ F | θεοῦ] pr του F 21 ἔιδον F | ποικίλην] + κάλην AF (pr μίαν Famg) Ι διδράχμων] ἰδ’ sup ras δραχμων Β* vid) om F* (hab Fa?mg) + καὶ εκατον . . | ολκη. . . . . . . αυτου· F | ἐνκέκρυπται] ενεκρυπται Α ηκεκρ. B b F | ἐν τῆ σκήνη] pr ἐν τῆ γῆ AF 22 ἔδραμον] μον sup ras B? | om εἰς τὴν σκήνην 1° F | Bb)] κεκρυμμένα AF Ι εἰς τὴν σκήνην 2°] ἐν τῆ γῆ Α ἐν τῆ σκήνη F 23 πρεσβ.] pr πρὸς Α pr πρὸς πάντας F 24 ο λᾶος] Ισραηλ AF | αὐτοὺς] αὐτὸν Α 25 om τὼ Αχαρ Α Ι om σε Α* (superscr A1) | αὐτὸν] αυτον] F | λίθοις πα, Ισραηλ] πᾶς Ισρ. ἐν λίθοις AF)
Καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς μηδὲ δειλιασῃς· λάβε σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστάς, καὶ ἀναστάς ἀνάβηθι εἰς Γαῖ. ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ καὶ τὴν γῆν αὐτοῦ.
καὶ ποιήσεις τὴν Γαὶ ὃν τρόπον ἐποίησας τὴν Ἰερειχὼ καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεισ σεαυτῷ.
κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῆ πόλει εἰς τὰ ὀπίσω. καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαί. ἐπλεξεν δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι, καὶ ἀπέστειλεν αὐτοὺς νυκτός.
καὶ ἐνετείλατε αὐτοῖς λέγων Ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως, καὶ ἔσεσθε πάντες ἕτοιμοι.
καὶ ἐγὼ καὶ πάντες οἱ μέτ' ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὼς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαὶ εἰς συνάντησιν ἡμῖν καθάπερ καὶ πρώην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν.
καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως· καὶ ἐροῦσιν Φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσθεν.