Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ κυρίου καὶ σημαινέτωσαν εὐτόνως· καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου ἐπακολουθείτω.

οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν, καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου σαλπίζοντες.

τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς λέγων Μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν, ἕως ἂν ἡμέραν αὐτὸς ἀναβοῆσαι· καὶ τότε ἀναβοήσετε.

καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολήν, καὶ ἐκοιμήθη ἐκεῖ.

Καὶ τῇ ἡμέρᾳ τῆ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωί, καὶ ἦραν [*](VI 1 ωχυρωμενη] + ἄπο προσώπου τῶν ὑιῶν Ισραηλ F Ι ουθεις] οὐδεὶς AF | AFεἰσεπορεύετο οὐδὲ ἐξεπορεύετο ἐξ αυτης F 2 om ἐγὼ F την Ι. υποχειριαν] ὑποχείριον σου (σοι F) τὴν Ιερειχω (Ιεριχω Α) AF Ι ’τον ἐν ·τους ἐν ἀυτὴ δὺν. F | om ὄντας Α 3 ἀυτὴ] + πάντας Α | μαχίμους] μαχητὰς Α Ι κύκλω] + παντας· καὶ κυκλώσατε τὴν γῆν πάντες ἄνδρες πολέμου κύκλω τῆς πόλεως ἅπαξ οὕτως ποιήσετε ἐξ ἡμέρας· καὶ τῆ ἑβδόμη οἱ ἱερεῖς λημψονται ἔπτα κερατίνας του ιωβηλ ἐνώπιον τῆς κιβωτοῦ· καὶ τῆ ἥμερα τῆ ἑβδόμη κυκλώσατε τὴν πόλιν ἑπτάκις· καὶ οἱ ἱερεῖς σαλπιοῦσιν ἐν ταῖς κερατιναις· F 4 σαλπιγγι] + του ιωβηλ ἐν τὼ ἄκουσαι (+ ὑμὰς F1) τῆς κερατιναις· F | ανακραγετω] ανακραγετωσαν F | om ἄμα AF Α ἀνάκραγε... F (lacera quae seq) | πόλεως] + υπο[κα]τω ἀυτῶν F vid | τὴν πόλιν κάτα πρόσ’. Α 6 o του] ὑίος AF | ιερεις] + καὶ εἶπεν πρὸς αὐτοὺς· λάβετε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου· καὶ ἔπτα ἱερεῖς λημψονται ἔπτα κερατίνας του ιωβηλ κάτα πρόσωπον κιβωτοῦ κυρίου F 7 κυκλωσαι] κυκλώσατε F | ἔναντι AF 8 καὶ ἔπτα] pr καὶ εγενετο ὡς εἶπεν Ιησους πρὸς ’τον λαὸν F | ἔχοντες] ϵ ° sup ras B? εχον| . . . F (lacera quae seq) Ι παρελθάτωσαν AF (παρελ| . ατωσαν) | ἔναντι F | ἐπακολουθείτω] + αὐτοῖς F 9 παραπορ. ἔμπροσθεν Α | οἱ ουραγουντες] pr σαλπίζοντες ταῖς κερατίναις F | τῆς διαθήκης | om τῆς F | σαλπιζοντες] pr πορευόμενοι καὶ Α πόρ’. καὶ ταῖς κερατίναις F 10 βοάτω Α | μηδὲ] καὶ μὴ Α | μηθεις] μηδεις F Ι τὴν φωνὴν ὑμῶν AF | ἥμερα (seq ras i lit) Α ? ἡμέραν A* vid) | διαγγειλη αὐτὸς AF Ι ἀναβοήσετε (αναβοησεται F)] αναβονσατε Α 11 του θεου] + τὴν πόλιν AF)

430
[*](B) οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου,

καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου. καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι, καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου· καὶ οἱ ἴε ’ρεῖς ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν,

καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν. οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας.

καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου, καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις·

καὶ τῇ περιόδῳ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς, καὶ εἶπεν ὁ Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ Κεκράξατε· παρέδωκεν γὰρ κύριος ὑμῖν τὴν πόλιν.

καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, κυρίῳ σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.

ἀλλὰ ὑμεῖς φυλάξασθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος, μή ποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ἰσραὴλ ἀνάθεμα, καὶ ἐκτρίψητε ἡμᾶς.

καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ κυρίῳ· εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται.

καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς· ὡς δὲ ἤκουσεν ὁ λαὸς τῶν σαλπίγγων, ἠλάλαξεν πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ. καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ, καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν.

καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει, ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου, καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν [*](AF 12 om τῆς διαθήκης Α 13 οἱ ἔπτα ἱερεῖς] οἱ ἱερεῖς οἱ ἔπτα AF | οἱ φέροντες] αἴροντες Α | τὰς ἔπτα σαλπ. AF | κυρίου °] pr του κιβωτοῦ F | ὄπισθεν F —14 μέτα ταυτα...εις τὴν οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ο λοιπὸς ὄχλος απας· καὶ ἀπῆλθον πάλιν εἰς τὴν παρεμβολὴν· καὶ μέτα ταύτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ο λοιπὸς ὄχλος ὄπισθεν τῆς κιβωτοῦ τῆς διαθήκης #x772; Α 13 ὄπισθε κιβ. τῆς] πισθεν τῆς κιβ. τ sup ras B1?ab om τῆς κιβωτοῦ F* (hab κιβωτοῦ F1(mg) ) I σάλπιγξιν AF + τῆ ἥμερα τῆ δεύτερα F | om καὶ ο λοιπὸς ὄχλος ἅπας περιεκυκλ. τὴν πόλιν F 14 ἀπῆλθον AF 15 καὶ °] + ἐγένετο ὄρθρου ὄρθου Α)] pr ἐν τῆ ἀναβάσει του F | περιηλθοσαν] περιῆλθον AF ἑξάκις] ἑπτάκις AF 16 οἱ ἱερεῖς] + ταῖς σάλπιγξιν F | ο Ιησους] om ο τοι, υἱοῖς Ισρ.] πρὸς ’τον λαὸν F | παρέδωκεν] παραδέδωκεν Α | τὴν πόλιν AF 17 om ἐν ° F | κυρίω σαβαὼθ] τὼ κω τῶν δυνάμεων AF | Α | ὅσα] pr πάντα AF | ἀύτης] + ὅτι ἔκρυψεν τοὺς ἀγγέλους F 18 φυλάξασθε] φυλάξατε Α | om σφόδρα AF | om λάβηται Α | ποιήσετε Α | ἐκτρίψητε εκτριψηται Α)] εκτριψετε F 19 °] καὶ AF | η °] καὶ πᾶς AF | η °] καὶ F | σαλπ. Α | τῶν σαλπ.] pr τὴν φωνὴν AF | om ἅπαν AF | πόλιν] + ἐξ ἐναντίας αὐτοῦ· καὶ κατελάβετο τὴν πόλιν F 21 ἀναθεμάτισαν AF | om AF Ι om καὶ ° AF | πρεσβυτου] πρεσβυτέρου AF | υποζυγιου [sic] F)] pr ἕως προβάτου καὶ Α ἕως προβ. καὶ ἕως F)

431
ῥομφαίας.

Καὶ τοῖς δυσὶν νεανίσκοις τοῖς κατασκοπεύσασιν [*](Β) εἶπεν Ἰησοῦ Εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ.

καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξηγάγοσαν Ῥαὰβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς ¶ καὶ τὴν συγγενίαν αὐτῆς καὶ πάντα ὅσα ¶ ἦν αὐτῆς, καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ἰσραήλ.

καὶ ἡ πόλις ἐνεπρήσθη ἐνπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ· πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου· ἔδωκαν εἰς θησαυρὸν Κυρίου εἰσενεχθῆναι.

καὶ Ῥαὰβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς καὶ κατῴκησεν ἐν τῷ Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ἰερειχώ.

Καὶ ὥρκισεν Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνη ἐναντίον κυρίου λέγων ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ αὐτοῦ θεμελιώσει αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ οὕτως ἐποίησεν Ὁζὰν ὁ ἐκ Βαιθήλ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς.

Καὶ ἦν κύριος μετὰ Ἰησοῦ, καὶ ἢν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν.