Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ Ῥαὰβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς καὶ κατῴκησεν ἐν τῷ Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ἰερειχώ.
Καὶ ὥρκισεν Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνη ἐναντίον κυρίου λέγων ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ αὐτοῦ θεμελιώσει αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ οὕτως ἐποίησεν Ὁζὰν ὁ ἐκ Βαιθήλ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς.
Καὶ ἦν κύριος μετὰ Ἰησοῦ, καὶ ἢν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν.
Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ πλημμελίαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Ἀχὰρ υἱὸς Χαρμεὶ υἱοῦ ὶ υἱοῦ Σάρα ἐκ τῆς φυλῆς Ἰούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ὀργῇ κύριος τοῖς υἱοῖς Ἰσραήλ.
Καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαῖ, ἥ ἐστιν κατὰ Βαιθήλ, λέγων κατασκέψασθε τὴν Γαῖ.
καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαῖ, καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν Μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ’ ὡς ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν [*](22 δύσιν] δύο AF | ὅσα] pr πάντα AF | ἀυτὴ] pr ἐν Α + καθὼς ὠμόσατε 23 εξηγαγοσαν] ἐξήγαγον AF | Ρααβ] pr τὴν AF | συγγενειαν Bab) . . . ἀύτης] πάντα ὅσα ἢν ἀυτὴ· καὶ πάσαν τὴν συγγένειαν ἀύτης Α 24 ἐνεπρήσθη] ενεπυρισθη Α | ενπυρισμω εμπ. B ab)] ἐν πυρὶ Α 25 om πάντα Α 26 om ἐνάντιον Τυρίου Α Ι οικοδομησει] pr ἀν’ στήσει καὶ Α | θεμελιώσει] εθεμελιωσεν Α | Οζαν] Αοζαν ο Ἀζὰν Α | διασωθέντι ελαχιστω Α | τὰς πύλας] om τὰς Α VII 1 μεγάλην Α | Αχαρ] Αχαν Α | Χαρμι Α | Ζαμβρει] Ζαβρι Α Ζαμβρι F 2 ἄνδρας] + ἄπο Ιερειχω F | κάτα Βαιθηλ] τὴν κάτα Βηθαυν Α | λεγων]+ ἀναβάντες F | κατασκέψασθαι Α | Γᾶι °] γῆν AF 3 Γᾶι (sup ras B pr γῆν Α | ἀναβήτω] ἀναβαινέτω AF | εκπολιορκ.])
καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαῖ.