Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολήν, καὶ ἐκοιμήθη ἐκεῖ.
Καὶ τῇ ἡμέρᾳ τῆ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωί, καὶ ἦραν [*](VI 1 ωχυρωμενη] + ἄπο προσώπου τῶν ὑιῶν Ισραηλ F Ι ουθεις] οὐδεὶς AF | AFεἰσεπορεύετο οὐδὲ ἐξεπορεύετο ἐξ αυτης F 2 om ἐγὼ F την Ι. υποχειριαν] ὑποχείριον σου (σοι F) τὴν Ιερειχω (Ιεριχω Α) AF Ι ’τον ἐν ·τους ἐν ἀυτὴ δὺν. F | om ὄντας Α 3 ἀυτὴ] + πάντας Α | μαχίμους] μαχητὰς Α Ι κύκλω] + παντας· καὶ κυκλώσατε τὴν γῆν πάντες ἄνδρες πολέμου κύκλω τῆς πόλεως ἅπαξ οὕτως ποιήσετε ἐξ ἡμέρας· καὶ τῆ ἑβδόμη οἱ ἱερεῖς λημψονται ἔπτα κερατίνας του ιωβηλ ἐνώπιον τῆς κιβωτοῦ· καὶ τῆ ἥμερα τῆ ἑβδόμη κυκλώσατε τὴν πόλιν ἑπτάκις· καὶ οἱ ἱερεῖς σαλπιοῦσιν ἐν ταῖς κερατιναις· F 4 σαλπιγγι] + του ιωβηλ ἐν τὼ ἄκουσαι (+ ὑμὰς F1) τῆς κερατιναις· F | ανακραγετω] ανακραγετωσαν F | om ἄμα AF Α ἀνάκραγε... F (lacera quae seq) | πόλεως] + υπο[κα]τω ἀυτῶν F vid | τὴν πόλιν κάτα πρόσ’. Α 6 o του] ὑίος AF | ιερεις] + καὶ εἶπεν πρὸς αὐτοὺς· λάβετε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου· καὶ ἔπτα ἱερεῖς λημψονται ἔπτα κερατίνας του ιωβηλ κάτα πρόσωπον κιβωτοῦ κυρίου F 7 κυκλωσαι] κυκλώσατε F | ἔναντι AF 8 καὶ ἔπτα] pr καὶ εγενετο ὡς εἶπεν Ιησους πρὸς ’τον λαὸν F | ἔχοντες] ϵ ° sup ras B? εχον| . . . F (lacera quae seq) Ι παρελθάτωσαν AF (παρελ| . ατωσαν) | ἔναντι F | ἐπακολουθείτω] + αὐτοῖς F 9 παραπορ. ἔμπροσθεν Α | οἱ ουραγουντες] pr σαλπίζοντες ταῖς κερατίναις F | τῆς διαθήκης | om τῆς F | σαλπιζοντες] pr πορευόμενοι καὶ Α πόρ’. καὶ ταῖς κερατίναις F 10 βοάτω Α | μηδὲ] καὶ μὴ Α | μηθεις] μηδεις F Ι τὴν φωνὴν ὑμῶν AF | ἥμερα (seq ras i lit) Α ? ἡμέραν A* vid) | διαγγειλη αὐτὸς AF Ι ἀναβοήσετε (αναβοησεται F)] αναβονσατε Α 11 του θεου] + τὴν πόλιν AF)
καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου. καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι, καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου· καὶ οἱ ἴε ’ρεῖς ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν,
καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν. οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας.
καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου, καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις·
καὶ τῇ περιόδῳ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς, καὶ εἶπεν ὁ Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ Κεκράξατε· παρέδωκεν γὰρ κύριος ὑμῖν τὴν πόλιν.
καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, κυρίῳ σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.