Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα.

ἐν ταύτῃ τῇ ἡμέρα ἐξέλιπεν τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπίσαντο δὲ τὴν κουρὰν τῶν Φοινίκων ἐν τὼ ἐνιαυτῶ ἐκείνω.

Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἰερειχώ, καὶ ὀφθαλμοῖς ἴδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, ἐσπασμένη ἐν τῆ χειρὶ αὐτοῦ. καὶ προσελθὼν Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;

ὁ δὲ εἶπεν αὐτῷ Ἐγὼ ἀρχιστράτηυος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ Δέσποτα, τί προστάσσεις τῶ σῷ οἰκέτῃ;

καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν Λύσαι τὸ υ· ὁ γὰρ τόπος ἐφ’ ᾧ νῦν ἕστηκας ἅγιός ἐστιν. [*](AF 5 Μαδβαρειτιδι] Μαβδαρειτιδι B ab A Μαβδαριτιδι) 6 οἱ τοι] om οἱ Α | διώρισεν] + κݲςݲ αὐτοῖς Α | ημων] ἀυτῶν Α | δοῦναι] + ημιν 7 περιέτεμεν Ιησους AF vid | δία τὸ] pr ὅτι ἀκρόβυστοι fjaav F | γεγενῆσθαι AF 8 ειχον] ἔσχον Α ἦγον F | αὐτόθι] αυτοι Α 9 om υἱὼ Ναυη AF | Γαλγαλα] + ἕως τῆς ἡμέρας ταύτης· (10) καὶ παρενέβαλον οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις F 10 ἥ τεσσ.] om τῆ Α τεσσαρισκαιδεκ. Bh | om ἥμερα F | ἄπο ἐσπέρας] ἀφ’ ἑσπέρου Α ἀφ’ ἐσπέρας F | ἄπο 2°] ἔπι BabAF | F* (δυσμων F1) | om ἐν τὼ πέραν του Ιορδανου Α 11 ἔφαγον AF | τῆς γῆς] + τῆ ἐπαύριον του πάσχα F a mg 12 ταύτῃ τη ἥμερα] ἀυτὴ ἦ ὤρα F* ἀυτὴ τῆ ἠμ’. F1 | ἐξέλιπεν] εξελειπεν Α ἐπαύσατο F | κούραν] χώραν AF 13 ὀφθαλμοῖς] + αὐτοῦ AF | ἔιδεν F | om ἑστηκότα F* vid (hab F1 vid (mgg) | ῥομφαία] + αὐτοῦ F 14 νυνὶ B b (νυνει B*)] νυν AF πρόσωπον] αυτου F | καὶ εἶπεν αυτω] pr κα προσεκύνησεν Y 15 λεγει] εἶπεν Α | λύσαι] λῦσον Α | ὑπόδημα] + σου F | νυν] σὺ Α σὺ νυν F | + ἐπ’ αὐτοῦ AF | ἐστιν] + καὶ ἐποίησεν Ιησους οὕτως F)

429
VI

VI ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο.

καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἰδοὺ ἐγὼ παραδίδωμι τὴν Ἰερειχὼ ὑποχειρίαν καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἐν ἰσχύι

σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ.

καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα·

καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν.

Καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυὴ πρὸς τοὺς ἱερεῖς

καὶ εἶπεν αὐτοῖς λέγων Παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου·

καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ κυρίου καὶ σημαινέτωσαν εὐτόνως· καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου ἐπακολουθείτω.

οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν, καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου σαλπίζοντες.

τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς λέγων Μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν, ἕως ἂν ἡμέραν αὐτὸς ἀναβοῆσαι· καὶ τότε ἀναβοήσετε.

καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολήν, καὶ ἐκοιμήθη ἐκεῖ.

Καὶ τῇ ἡμέρᾳ τῆ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωί, καὶ ἦραν [*](VI 1 ωχυρωμενη] + ἄπο προσώπου τῶν ὑιῶν Ισραηλ F Ι ουθεις] οὐδεὶς AF | AFεἰσεπορεύετο οὐδὲ ἐξεπορεύετο ἐξ αυτης F 2 om ἐγὼ F την Ι. υποχειριαν] ὑποχείριον σου (σοι F) τὴν Ιερειχω (Ιεριχω Α) AF Ι ’τον ἐν ·τους ἐν ἀυτὴ δὺν. F | om ὄντας Α 3 ἀυτὴ] + πάντας Α | μαχίμους] μαχητὰς Α Ι κύκλω] + παντας· καὶ κυκλώσατε τὴν γῆν πάντες ἄνδρες πολέμου κύκλω τῆς πόλεως ἅπαξ οὕτως ποιήσετε ἐξ ἡμέρας· καὶ τῆ ἑβδόμη οἱ ἱερεῖς λημψονται ἔπτα κερατίνας του ιωβηλ ἐνώπιον τῆς κιβωτοῦ· καὶ τῆ ἥμερα τῆ ἑβδόμη κυκλώσατε τὴν πόλιν ἑπτάκις· καὶ οἱ ἱερεῖς σαλπιοῦσιν ἐν ταῖς κερατιναις· F 4 σαλπιγγι] + του ιωβηλ ἐν τὼ ἄκουσαι (+ ὑμὰς F1) τῆς κερατιναις· F | ανακραγετω] ανακραγετωσαν F | om ἄμα AF Α ἀνάκραγε... F (lacera quae seq) | πόλεως] + υπο[κα]τω ἀυτῶν F vid | τὴν πόλιν κάτα πρόσ’. Α 6 o του] ὑίος AF | ιερεις] + καὶ εἶπεν πρὸς αὐτοὺς· λάβετε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου· καὶ ἔπτα ἱερεῖς λημψονται ἔπτα κερατίνας του ιωβηλ κάτα πρόσωπον κιβωτοῦ κυρίου F 7 κυκλωσαι] κυκλώσατε F | ἔναντι AF 8 καὶ ἔπτα] pr καὶ εγενετο ὡς εἶπεν Ιησους πρὸς ’τον λαὸν F | ἔχοντες] ϵ ° sup ras B? εχον| . . . F (lacera quae seq) Ι παρελθάτωσαν AF (παρελ| . ατωσαν) | ἔναντι F | ἐπακολουθείτω] + αὐτοῖς F 9 παραπορ. ἔμπροσθεν Α | οἱ ουραγουντες] pr σαλπίζοντες ταῖς κερατίναις F | τῆς διαθήκης | om τῆς F | σαλπιζοντες] pr πορευόμενοι καὶ Α πόρ’. καὶ ταῖς κερατίναις F 10 βοάτω Α | μηδὲ] καὶ μὴ Α | μηθεις] μηδεις F Ι τὴν φωνὴν ὑμῶν AF | ἥμερα (seq ras i lit) Α ? ἡμέραν A* vid) | διαγγειλη αὐτὸς AF Ι ἀναβοήσετε (αναβοησεται F)] αναβονσατε Α 11 του θεου] + τὴν πόλιν AF)

430
[*](B) οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου,

καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου. καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι, καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου· καὶ οἱ ἴε ’ρεῖς ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν,

καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν. οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας.

καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου, καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις·