Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ἰορδάνου καὶ ἔθηκαν τοὺς πόδας [*](AF 5 om δώδεκα Α 6 ὑπάρχωσιν] inter ω, σ ras T Ut Α? 6—7 τι διεβαινεν αὐτὸν sup ras Aa? 7 ἐξέλειπεν Α | ὕμιν οἱ λίθοι οὔτοι Α 8 εαυτιος] αὐτοῖς Α | ἀπέθηκαν] ἀπέθηκεν αὐτοὺς Α 9 ἔστησεν] ἔστηκεν Α | Ιορδανω Α 10 εἱστήκεισαν B ab A | om οὐ Α | νετελεσεν F | α] ὅσα Α | κύριος] + τὼ Ιησοι AF | τὼ λάω] + κάτα πάντα ὅσα ἐνετείλατο κύριος ἀυτῶ F | διέβησαν] διέβη Α 11 κυρίου] + καὶ οἱ ἵεις πρότεροι F | ἔμπροσθεν] πρότεροι F 12 οἱ υἱοὶ 1°] om οἱ F 14 ηΙυξησεν ηυ|ξησεν Bb | του παντὸς] παντὸς του AF | ωσπερ] ὂν τρόπον F + ἐφοβοῦντο AF 15 Ιησου F 16 om τῆς διαθήκης F* (hab F1 mg) | μαρτύρου in mg et sup ras A a? | om Τυρίου F 18 του ορδ.] pr μέσου AF)
καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ἰορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ἰερειχώ.
καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ Ἰορδάνου ἔστησεν Ἰησοῦς ἐν Γαλγάλοις
λέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες Τί εἰσιν οἱ λίθοι οὗτοι;
ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι Ἐπὶ ξηρᾶς διέβη Ἰσραὴλ τὸν Ἰορδάνην τοῦτον,
ἀποξηράναντος Κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν· καθάπερ ἔποιησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἢν ἀπεξήρανεν Κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν·
ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν, καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ἡμῶν ἐν παντὶ ἔργῳ.
Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν Ἰορδάνην ¶ ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.
Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν Κύριος τῷ Ἰησοῖ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου, καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραήλ.
καὶ ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας ἀκροτόμους, καὶ περιέτεμεν τοὺς υἱοὺς Ἰσραὴλ ἐπὶ τοῦ καλουμένου τόπου βουνὸς τῶν ἀκροβυστιῶν .
ὃν δὲ τρόπον περιεκόθαρεν Ἰησοῦς τοὺς υἱοὺς Ἰσραήλ· ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ, καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου,
πάντας τούτους Ἰησοῦς· τεσσεράκοντα γὰρ καὶ δύο ἴτη ἀνέστραπται [*](18 γης] ξηρὰς AF | ς γῆς ὥρμη sup ras Bab | ὥρμησεν] pr καὶ AF | χθὲς Bb AF 19 Ιορδανη F* (Ιορδανου F1 (vid) ) | υιοιݲσݲλ Β* υἱοὶ Ιݲσݲλݲ Ba?b) | μερος] 20 om τούτους Α | ἔλαβον F | ἐν Γαλγ.] pr καὶ εἶπεν πρὸς τοὺς υἵους Ισραηλ F 21 ερωτησωσν F | οἱ υἱοὶ ὑμῶν ὑμὰς AF 22 ἀναγγείλατε αναγγειλαται Α)] αναγγελατε F | ὅτι] pr λεγοντες F | om Ισραηλ Α* (hab Ιݲηݲλݲ A a? (mg) ) | τοῦτον Α 23 κݲυݲ του sup ras B1?a? | om ἤμων 1° F | τῶν εμπρ.] AF | μάρις B ab (vid) | ἐποίησαν Α | om ο θεὸς ημων 1° F | om ἢν F | ο ἤμων ο] + τὴν ἐρυθρὰν θάλασσαν F | om ἔμπροσθεν ἤμων F* (superscr F1(vid)) 24 Κυριον ’τον θέον] ’τον κݲνݲ θݲνݲ AF | ὑμῶν AF | ἔργω] χρόνω AF V βασιλες 1°] pr πάντες F | Ιορδανου] + πάρα τὴν θάλασσαν F | διαβαίνειν] Α | ἐτάκησαν] κατετακ. Α | αἰ διάνοιαι ἀυτῶν Α 2 om πετρίνας Α | Ισραηλ] + ἐκ δευτέρου Α 3 πετρινας] + ἑαυτὼ Α 4 περιεκάθηρεν Α | τοῖς υἱοῖς A* vid)
διὸ οἱ ἀπερίτμητοι ἤσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου, οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ θεοῦ, οἷς καὶ διώρισεν μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν ἢν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι, γῆν ῥέουσαν γάλα καὶ μέλι.
ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς [*](§ F) αὐτῶν, οὓς § Ἰησοῦς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγεννῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους.
περιτμηθέντες δὲ ἡσυχίαν εἶχον, αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ ἕως ὑγιόσθησαν.
καὶ εἶπεν Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυή Ἐν τῇ σήμερον ἡμέρᾳ ὀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα.
Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῆ̣ τεσσαρεσκαιἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας, ἀπὸ δυσμῶν Ἰερειχὼ ἐν τῷ τοῦ Ἰαρδάνου ἐν τῷ πεδίῳ·